Homilia ii de sancta Maria deipara · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

προφήτας, τὸ κατ' ἐδάφους ἕλκειν καὶ λιθάζειν δικαίους, τὸ μαχαίραις ἐκκεντεῖν καὶ μερίζειν πρίοσι τοὺς τῆς εὐσεβείας κήρυκας, τὸ κόπτειν χειρῶν καὶ ποδῶν μέρη τῶν εὐσεβῶν, καὶ ταῖς χερσὶν ᾑμαγμέναις κρατεῖν τὰ πρὸς ἄμυναν ὄργανα, τὸ τὰς παλάμας φοινίσσειν τῇ συνεχεῖ ἀναιρέσει τῶν δικαίων· οἵτινες τοσοῦτον πρὸς δυσσεβεστάτην κατὰ τοῦ σωτῆρος ἡμῶν ἐληλάκασι τόλμαν ὡς ἀνέδην ἐπὶ τοῦ παρόντος πρὸς αὐτὸν ἀνακράζειν· «Ἡμεῖς οἴδαμεν ὅτι Μωυσῇ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» 6 Ὢ τῶν τολμηρῶν πραγμάτων. Ὢ μίσους πρὸς Ἰουδαίους πρὸς φυγὴν ἀτονοῦντος. Ὁσάκις γὰρ ἂν τὴν πρὸς αὐτοὺς δραπετεῦσαι βουληθῶ βδελυρίαν, τοσαυτάκις μοι φανερῶς ἀπαντῶσιν, ἢ προφητῶν ἐγκαλούμενοι λόγοις, ἢ ταῖς τοῦ νόμου συλλαβαῖς ὑβριζόμενοι, ἢ ταῖς τῶν προσκυνουμένων εὐαγγελίων ἐνειλούμενοι βίβλοις, ὡς καὶ νῦν αἱ θεῖαι σελίδες ὑπ' ὄψιν ἡμῖν αὐτοὺς παρήγαγον, τὰς ἀναισχύντους περὶ τὸν δεσπότην τῶν ὅλων προβαλλομένους φωνὰς καὶ λέγοντας τολμηρῶς ἅπερ ἠκούσατε· «Μωυσῇ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» Ὢ τῆς φανερᾶς ἀναιδείας. Ὢ τῆς ἀνακεκαλυμμένης τῶν λῃστῶν γλωσσαλγίας. Ὢ τῆς τυφλῆς τῶν λόγων ἐναντιότητος. Ὅτε μὲν γὰρ Ἡρῴδης «παρ' αὐτῶν ἐπυνθάνετο ποῦ ὁ Χριστὸς γεννᾶται», παρρησιωδέστερον ἔλεγον· «Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας», καὶ τὴν τῆς προφητείας ἐπεδείκνυον χρῆσιν καὶ τὸν ἱεροφάντην μαρτυροῦντα παρῆγον· «Προφήτης μέγας ἐγήγερται» ἐν τῷ Ἰσραήλ. Καὶ νῦν κεκαλυμμένῳ προσώπῳ κεκράγασι· «Μωυσῇ λελάληκεν ὁ θεός, 2 τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» Ὄντως «οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται.» Ἀληθῶς οὗτος «λαὸς μωρὸς καὶ οὐχὶ σοφός.» Εἰκότως ὁ Χριστὸς πρὸς αὐτοὺς ἀνεβόα· «Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν καὶ οὐκ ἐκόψασθε.» Τίς πρὸς τὴν οὕτως κατ' αὐτῶν παρατάξηται ἀγνώμονα γνώμην; Τίς τὴν φιλόνεικον αὐτῶν δυσμένειαν διελέγξει; Τοσαύτας αὐτοῖς θαυματουργίας ὁ Χριστὸς περιήντλησε, τοὺς παραλελυμένους νευρῶν, τοὺς λεπροὺς καθαρίζων, τοὺς κακωμένους ὑγιάζων, τοὺς δαιμονιῶντας ἰώμενος, ἀνοίγων τῶν ὀμμάτων τὰ βλέφαρα, τοὺς νεκροὺς αὐτῶν ἀνιστῶν ἐκ τάφων, ὕδωρ εἰς οἶνον μεταποιῶν, καὶ ἄλλα μυρία παρέχων ἅπερ ἐργῶδες λαλεῖν. Καὶ πίστεως παρ' αὐτοῖς οὐδαμοῦ κἂν βραχύ. 7 Ἔστω ἡμῖν οὐ πείθῃ, ὦ Ἰουδαῖε, τοὺς ἱεροφάντας ἀνάγνωθι, τὰς παρὰ σοὶ κειμένας σελίδας ἀνάπτυξον. Μὴ δέξῃ τὸν Πέτρον μηδὲ τὸν Παῦλον. Τοὺς εὐαγγελιστὰς ἀφωσίωσαι. Ἄκουσον γοῦν καὶ Μωυσέως. Τί ἐν νόμῳ προέγραψε; –

About this text

Hesychius of Jerusalem, Homilia ii de sancta Maria deipara (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s Homilia ii de sancta Maria deipara — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.