Homilia ii in sanctum pascha Unit 1 opening
Unit 1.
Lemma-led open — . . Τοῦ αὐτοῦ, εἰς τὸ ἅγιον πάσχα Σάλπιγξ ἡμῖν ἱερὰ καὶ βασιλικὴ τὸ πνευματικὸν τοῦτο συνε
Greek
Homilia ii in sanctum pascha (homilia 4) (e cod. Sinaitico gr. 492) Τοῦ αὐτοῦ, εἰς τὸ ἅγιον πάσχα 1 Σάλπιγξ ἡμῖν ἱερὰ καὶ βασιλικὴ τὸ πνευματικὸν τοῦτο συνεκρότησεν θέατρον, σάλπιγξ ἣν ἐπλήρωσεν Βηθλεὲμ καὶ ἡ Σιὼν ἐπύρωσεν, ἐν ᾗ ὁ Σταυρὸς σφῦρα καὶ ἄκμων ἡ Ἀνάστασις. Ἧς οὐκ οἶδα πῶς ἐξείπω τὸ κάλλος, πῶς ἐκφράσω τὸ φῶς, πῶς μηνύσω τὴν ἐν αὐτῷ χαράν, πῶς τὴν ἐν αὐτῇ βασιλείαν διηγήσωμαι. Ποίᾳ δὲ αὐτὴν ψηλαφήσω χειρί; 2 Ποίοις λόγοις ἀσπάσομαι τάφον γεννῶντα ζωήν, μνῆμα φθορᾶς <μὲν> ἐλεύθερον, ἀφθαρσίας δὲ πρόξενον, παστάδα τριή μερον τὸν νυμφίον κοιμήσασαν, νυμφῶνα τὴν νύμφην ἄφθορον μετὰ γάμον ἐγείραντα; Νεκρὸν ἡ θήκη φυλαττομένη καὶ θεὸν ἡ γῆ σαλευομένη· νεκρὸν μὲν γὰρ αὐτὸν τὸ σῶμα βοᾷ, τὸ δὲ θαῦμα θεόν· νεκρὸν ἡ ταφή, θεὸν ἡ ἀνάστασις· νεκρὸν τῶν γυναικῶν καὶ τὰ δάκρυα, καὶ θεὸν τῶν ἀγγέλων τὰ ῥήματα. Ὡς νεκρὸν αὐτὸν Ἰωσὴφ ἐκήδευσεν, ἀλλ' ὁ κηδευθεὶς ὡς
About this text
Hesychius of Jerusalem, Homilia ii in sanctum pascha (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s Homilia ii in sanctum pascha — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.