Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
ἄνθρωπος οὗτος ὡς θεὸς τὸν θάνατον ἐσκύ λευσεν. Πάλιν ὡς νεκρὸν οἱ στρατιῶται ἐφρούρησαν καὶ ὡς θεὸν οἱ πυλωροὶ τοῦ ᾅδου θεωρήσαντες ἔπτηξαν. 3 Τὸν αὐτὸν δὲ τοῦτον κἀκεῖνον ἐρεῖς, οὐκ ἄλλον καὶ ἄλλον, οὐδὲ ἄλλον ἐν ἄλλῳ, οὐδὲ ἄλλον δι' ἄλλου· εἷς γὰρ ὢν ὁ σαρκω θεὶς Λόγος εἰς ἓν ταῦτα κἀκεῖνα ὡς ἠβουλήθη ἀρρήτῳ λόγῳ συνήγαγεν· καὶ τὴν μὲν σάρκα διακονῆσαι τοῖς πάθεσι δέδωκεν, τῇ θεότητι δὲ πρὸς τὰ σημεῖα καὶ τὰ θαύματα κέχρηται, ἀλλ' ὥσπερ οὐ θεμιτὸν τὸν Λόγον ἐκ τῆς σαρκὸς χωρίζεσθαι, οὕτως ἀνάγκη τὰ παθήματα συμπεπλέχθαι τοῖς θαύμασιν. Ὁ γὰρ ὡς νεκρὸς εἰς ᾅδου καταβάς, οὗτος ὡς θεὸς τοὺς νεκροὺς ἠλευθέρωσεν, ἐπεί πως τάφῳ διακονοῦσιν ἄγγελοι, πὼς δὲ λευχείμονες ὡς ἐπὶ νυμφίῳ ταῖς γυναιξὶν ἐμφανίζονται, πὼς δὲ πρὸς αὐτὰς ἔλεγον· »Ἰησοῦν ζητεῖτε
About this text
Hesychius of Jerusalem, Homilia ii in sanctum pascha (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s Homilia ii in sanctum pascha — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.