Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
τοὺς τῆς ἀσεβείας οὐκέτι δίδωσιν καρπούς. Οὐ μόνον δὲ δύναται ταῦτα ἡ κατὰ θεὸν νηστεία, ἀλλὰ καὶ ἡμέρους τοὺς ἀπηνεῖς ἀπεργάζεται καὶ εἰς συμπάθειαν τοὺς ἀσυμπαθεῖς μεταβάλλει, τὸ σκληρὸν τῶν ἀνενδότων μαλάσσει χαλκεύουσα. 9 Αὕτη οὐ μόνον ἁμαρτωλοῖς χρήσιμος, ἀλλ' ἤδη καὶ δικαίοις εἰς καιρὸν ἐπιτήδειος, ὡς προεδείξαμεν. Νηστεύσας Μωυσῆς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας εἰς ἐκεῖνον εἰσῆλθεν τὸν γνόφον, καὶ εἶδεν θεὸν ὡς οὐδενὶ ἀνθρώπων ἐγγέγονεν, κατὰ τὴν αὐτοῦ τοῦ θεοῦ περὶ αὐτοῦ μαρτυρίαν λέγοντος· «Ἐὰν γένηται προφήτης ἐν ὑμῖν τῷ κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. Οὐχ ὣς ὁ θεράπων μου Μωυσῆς, στόμα κατὰ στόμα», πρόσωπον πρὸς πρόσωπον, «ὡς ἐάν τις λαλήσῃ πρὸς τὸν ἑαυτοῦ φίλον.» Ταύτην ἐξαίρετον θέαν ἡ νηστεία τῷ προφήτῃ κεκόμικεν δῶρον καὶ τὸ πρόσωπον τοῦ νηστεύσαντος εἰς θειοτέραν τινὰ φωτὸς ἀπροσίτου ἀστραπὴν μετέθηκεν καὶ δέδωκεν τῷ προφήτῃ δέλτους δακτύλῳ θεοῦ γεγραμμένας 10 Προσερχώμεθα τοίνυν αὐτῇ μετὰ φαιδροῦ τοῦ προσώπου, ἱλαροὶ ταῖς ψυχαῖς αὐτὴν ἀσπασώμεθα καὶ μὴ βρωμάτων μὲν ἀπεχώμεθα, ἁμαρτημάτων δὲ 2 ἀντεχώμεθα· μηδὲ ταπεινοὶ τῷ προσώπῳ τοῖς ἀνθρώποις δεικνύμενοι, ὑπερήφανοι τῇ ψυχῇ τῷ δεσπότῃ φανῶμεν· καὶ πένησιν διδόντες, μὴ ἄλλους ἁρπάσωμεν· καὶ θεὸν κολακεύοντες λόγοις, μὴ ἔργῳ τοὺς ἀδελφοὺς ἡμῶν κατασφάξωμεν, μνημονεύοντες ἀεὶ τοῦ ἀποστόλου λέγοντος· «Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον.» Ἀλλ' ἐκ πάντων τῶν κακῶν μετὰ βρωμάτων νηστεύοντες, λέγωμεν πρὸς αὐτόν· «Ἐλεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι, καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν»· ὅτι σοι πρέπει πᾶσα δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 3
About this text
Hesychius of Jerusalem, Homilia de jejunio (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s Homilia de jejunio — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.