Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
ἔχω. Ἀργύριον προσδοκᾷς λαβεῖν, ὑγίειάν σοι παρέχω· κρεῖττον γὰρ ὑγίεια σώματος ἢ ὄλβος ἀμέτρητος. Ὁμο-λογήσω σοι τὴν ἀλήθειαν· "3Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι"3. Ὁ Χριστὸς γὰρ παρέδωκεν ἡμῖν λέγων· "3Μὴ κτήσασθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκόν"3. ∆έδωκεν δὲ ἡμῖν ἐξουσίαν λέγων· "3∆αιμόνια ἐκβάλλετε, ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε. ∆ωρεὰν ἐλάβετε, δωρεὰν δότε."3 "3Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔγειρε καὶ περιπάτει.» Καὶ κρατήσας «τῆς δεξιᾶς χειρὸς ἤγειρεν αὐτόν.» Ὁ δοῦλος κρατῶν ἐγείρει, ὁ δεσπότης λόγῳ θεραπεύει· «Οὐ γάρ ἐστιν δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.» 7 Ἀλλὰ γὰρ ἰατρείων κατὰ τὴν οἰκουμένην ἀνοιγομένων, σήμερον βλέπω καὶ ἕνα τοῖς πᾶσιν ἰατρὸν ἐφεστῶτα Χριστόν. Ὢ καινοτέρου τοῦ θαύματος. ∆ιάφορα πάθη, ἐν διαφόροις ἰατρείων χωρίοις, ὑπὸ ἑνὸς ἰατροῦ θεραπεύεται. Ἄλλος ἀλλαχοῦ ἁμαρτίας τραύματι συνεχόμενος πρόσεισιν καὶ παρὰ τῆς νηστείας λαβὼν ἰάσεως ἔμπλαστρον ἄπεισιν. Ἄλλος ἑτέρωθι σηπεδόνα πορνείας ἀπόζων ἰατικὸν τῆς δυσωδίας, παρὰ τοῦ ἰατροῦ τῶν ψυχῶν καὶ σωμάτων Χριστοῦ, δι' αὐτῆς ἐκδέχεται φάρμακον. Ἄλλος πυρετῷ φιλαργυρίας συγκαιόμενος, παρὰ τῆς νηστείας ἀναψυχούσας τὴν νόσον βοτάνας κομίζεται. 8 Οἶδεν αὕτη καὶ στείρας ἐγκύμονας ἀποφαίνειν συντόμως, καὶ τὴν ἄγονον μήτραν εὔκαρπον ἄρουραν ἀπεργάζεσθαι, καὶ προφήτας υἱοὺς τῆς ἀσιτίας διδόναι μισθόν. Τί γὰρ παρὰ τῆς θείας γραφῆς διδασκόμεθα; «Καὶ ἠθύμει Ἅννα», φησίν, «καὶ ἔκλαιεν καὶ οὐκ ἤσθιεν.» Ἀλλὰ νηστεία τῇ στείρᾳ Σαμουὴλ τὸν προφήτην παρέσχεν. Εἶδες τῆς νηστείας τὰ δῶρα. Εἶδες οἵους τοῖς αὐτῆς δεομένοις βλαστάνει καρπούς, πῶς τὰς μὲν πηγὰς τῆς πορνείας ξηραίνει, τὰς δὲ ξηρανθείσας τῇ στειρώσει μήτρας ἀνοίγει καὶ τὰς ἐκ τῶν λογισμῶν δὲ φυομένας ἀκάνθας τῆς ἁμαρτίας ἐκκόπτει καὶ
About this text
Hesychius of Jerusalem, Homilia de jejunio (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s Homilia de jejunio — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.