In sanctum Andream · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

∆αυὶδ ἐσε μνύνετο· «Ἐν ἡμέρᾳ», φησίν, «θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα.» Ἀλλὰ καὶ Σοφονίας βοᾷ· «Ζητήσατε τὸν κύριον, πάντες ταπεινοὶ γῆς»· εὑρεθεὶς γὰρ τοὺς ταπεινοὺς ἀνυψοῖ, ἐγείρει τῆς γῆς, ἀπαλλάττει τῆς φθορᾶς, τῶν ὑψηλῶν ὑψηλοτέρους δείκνυσιν. 3 Εὗρεν οὗ τὴν εὕρεσιν ἡμῖν προφήτης ἄριστος Ὡσηὲ διελέ γετο· «Ἐν ἡμέρᾳ θλίψεως αὐτῶν, ὀρθριοῦσι πρός με λέγοντες· πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς πέπαικεν καὶ ἰάσατο ἡμᾶς· πατάξει καὶ μοτώσει ἡμᾶς· ὑγιώσει ἡμᾶς μετὰ δύο ἡμέρας, καὶ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστη σόμεθα ἐναντίον αὐτοῦ, καὶ διώξομεν τοῦ γνῶναι τὸν κύριον· ὡς ὄρθρον ἕτοιμον εὑρήκαμεν αὐτόν, καὶ ἥξει ἡμῖν ὡς ὑετὸς πρώ ϊμος καὶ ὄψιμος τῇ γῇ.» Ἐνταῦθά μοι κάλει τὸν Ἰουδαῖον εἰς κρίσιν, εἰς δικαστήριον ἄγαγε τὸν ἀγνώμονα. Ἀνάγνωθι τὸν προφήτην καὶ τὴν βίβλον περίπτυξον. Προφερέσθω κατ' αὐτοῦ τὰ παρ' αὐτοῦ· παρ' αὐτῷ γὰρ γέγραπται, εἰ καὶ παρ' ἐμοὶ πέ πρακται. Λέγω τοίνυν τὴν ἑρμηνείαν τῶν προφητικῶν. Σύστηθί πως ἐπὶ σοὶ πῶς καὶ πότε γεγένηται· ὅτι μὲν γὰρ ἐπατάχθητε, καὶ ὑμεῖς ὁμολογεῖτε καὶ ἡμεῖς αἰσθανόμεθα· ἀλλ' οὐ βλέπω σου θεραπείαν, οὐ θεωρῶ τὴν ἴασιν. Τοὐναντίον δὲ τὸ τραῦμα ἐν φλεγμονῇ, ἡ νόσος χαλεπωτέρα γέγονεν, ἡ ἀρρωστία ἀπογνωσ θεῖσα πρὸς θάνατον ἔδραμεν. Ἐπειδὴ τοίνυν οὐκ ἔχεις τῆς προ φητείας παρασχεῖν τὴν ἀπόδειξιν, ἐγὼ καὶ τὸν λόγον τὸν προφη τικὸν ἑρμηνεύσω· τὸν καιρὸν παριστῶ καὶ τὸν τόπον ἐπιδείκνυμι καὶ πᾶσαν καλῶ τὴν κτίσιν, οὐ τοῖς ἐμοῖς ῥήμασιν ἀλλὰ τοῖς θείοις μαρτυρῆσαι δεσποτικοῖς θαύμασι. 4 Πέπαικε τοίνυν ἡμᾶς ὁ θεός, ἡνίκα τοῦ Ἀδὰμ κατεδίκασε θάνατον, ὅτε τὸν ἄρτον ἡμᾶς ἐσθίειν ἐν ἱδρῶτι τοῦ προσώπου κατέκρινεν, ὅτε τὴν γῆν ἡμῖν ἀνατέλλειν ἀκάνθας καὶ τριβό λους ἐκέλευσεν, ὅταν διὰ τοῦ πρωτοπλάστου ὅλον τὸ γένος <ἐκ> «τοῦ παραδείσου τῆς τρυφῆς» ἐξέβαλεν. Ἀλλὰ παίσας ἰάσατο καὶ πατάξας ἐμότωσεν. Πῶς καὶ τίνα τρόπον; Ἄκουε τοῦ Ἠσαΐου λέγοντος· «Παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτῷ· τῷ μώ λωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν», ὥστε οὐδὲν τῶν εἰρημένων τῷ προφήτῃ διέψευσται. ∆είξει γὰρ τὰ ἐχόμενα μάλιστα· «Πα τάξει ἡμᾶς καὶ ὑγιώσει ἡμᾶς μετὰ δύο ἡμέρας καὶ ἐν τῇ τρίτῃ ἡμέρᾳ ἀναστησόμεθα.» Ἆρα μέμνησαι τὸν καιρὸν ἐν ᾧ τὸν Χριστὸν ἐσταύρωσας, ἐν ᾧ τὴν ζωὴν ἐπὶ ξύλου θεωρῶν κρεμαμέ νην οὐκ ἐπίστευσας; Ἐπιγινώσκεις τὸ παρὰ σοῦ πραχθὲν δρᾶμα καὶ τὰ τοῦ δράματος θαύματα, ὅτε γυμνὸς ἐπὶ τοῦ σταυροῦ ὁ Χριστὸς ὡς ἐπὶ γάμον ἀνήγετο. Ἁμαρτίαν γὰρ οὐκ ἔχων, ἱμάτιον οὐκ ἔχρῃζεν· ἄμωμος ἦν καὶ λανθάνειν οὐκ ὤφειλεν· οὐδὲν ἦν ἄσχημον αὐτῷ· αὐτὸς γὰρ τὰ εὐσχήμονα δείκνυσιν. Ἡ κτίσις δ' ὅμως τοῦ δεσποτικοῦ κάλλους τὰς ἀστραπὰς οὐκ ἔφερεν, ἀλλὰ φῶς ἐνίκα τὸ φῶς, ἥλιος ἡλίῳ παρεχώρει, ὁ αἰσθητὸς τῷ νοητῷ, ὁ τρέχων τῷ πανταχοῦ ὄντι, ὁ ἐν τόπῳ τῷ ὑπὲρ τόπον, ὁ δύνων τῷ μὴ δύνοντι, ὁ τὴν νύκτα κινῶν τῷ θεμένῳ τὰ τῆς νυκτὸς καὶ τῆς ἡμέρας ὅρια. Ἦν δὲ τότε νύξ· τὸ γὰρ σκότος πᾶσαν κατέσχε τὴν γῆν, ἀλλ' ἡμέρα πάλιν ἀπὸ ἐνάτης ὥρας μέχρι ἑσπέρας ἔδραμεν, καὶ πάλιν τῇ ἡμέρᾳ νὺξ κατὰ τὸν νόμον τὸν ἐπ' αὐτῆς ἠκολούθησεν, καὶ πάλιν ἡμέρα τὴν νύκτα διαδέχεται. Ὁ δὲ ἡμερῶν δύο δρόμος κατὰ τάξιν γεγένηται, καὶ πέρας ἔσχεν ὁ τῆς προφητείας ὅρος· «Ὑγιώσει ἡμᾶς μετὰ δύο ἡμέρας.» 5 Πέρας τότε καὶ τὸ ἑξῆς ἐλάμβανεν· «Ἐν τῇ ἡμέρᾳ τῇ τρί τῃ», φησίν, «ἀναστησόμεθα.» Ἀνέστη γὰρ ὁ Χριστὸς καὶ ἡμεῖς συνανέστημεν. Ἀνῆλθεν ἐκ τῶν νεκρῶν ὁ τῶν νεκρῶν ἐλευ θερωτὴς καὶ τὸ γένος ἀνεβίου τὸ ἡμέτερον, ἐπειδὴ δὲ 2 καθ' ἅ φη σιν ὁ θεσπέσιος Παῦλος· «Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Μάρ τυς δὲ ὁ τάφος οὗτος, ἡ τῶν ζώντων χαρά, ἡ τῶν νεκρῶν παρά κλησις. Μάρτυς ὁ λίθος οὗτος ὁ κυλισθεὶς καὶ κυλίσας ὅλα τὰ τῶν δαιμόνων εἴδωλα, οὐ μόνον δὲ κυλίσας, ἀλλὰ καὶ συντρίψας καὶ λεπτύνας καὶ τῷ πτύῳ λικμήσας τοῦ σταυροῦ καὶ <ἀπὸ> τῆς γῆς «ἐκφυσήσας ὥσπερ χοῦν ἀφ' ἅλωνος καὶ ὥσπερ ἀπὸ καπνοδόχης ἀτμίδα» καὶ τῇ ῥιπῇ καὶ τῷ ῥοίζῳ τοῦ πνεύματος. Μάρτυρες αἱ γυναῖκες αὐταὶ ἀντὶ τῶν ποτε γυναικῶν ἡμέρας ἑκάστης καὶ νυκτὸς αἰσθητὰ καὶ νοητὰ μύρα τῷ νυμφίῳ εἰσφέρουσαι. Μάρτυς ὁ λευχείμων ἱερεὺς ὁ τῆς ἐκκλησίας ἄγγελος βοῶν πρὸς αὐτάς· «Μὴ φοβεῖσθε· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν Ναζαρηνὸν τὸν ἐσταυ ρωμένον ζητεῖτε.» Ἀλλὰ τὴν ὥραν ἐπιζητεῖς; Φησὶ γάρ· «ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν.» Λουκᾶς σοι καὶ τοῦτο ἀπαγγεῖλαι δυνήσεται· «Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βα θέως ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι

About this text

Hesychius of Jerusalem, In sanctum Andream (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s In sanctum Andream — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.