Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
ἃ ἡτοίμασαν ἀρώματα. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἐκ τῆς θύρας τοῦ μνημείου· εἰσελ θοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα τοῦ κυρίου Ἰησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ δύο ἄνδρες ἐπέστη σαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. Ἐμφόβων δὲ γενομέ νων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπα εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς· "3Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;"3 Τί λογί ζεσθε περὶ τῆς ζωῆς τὰ τῆς ζωῆς ἀλλότρια; Ὁ παρ' ὑμῶν ὧδε ζητούμενος ἐν οὐρανοῖς καθέζεται, ὁ ἐνταῦθα ψηλαφώμενος ἐν τοῖς κόλποις τοῦ Πατρὸς ἀναπαύεται, ὁ γενόμενος νεκρὸς ἵνα νεκρῶν καὶ ζώντων κυριεύσῃ τὴν ζωὴν οὐ κατέλιπεν· αὐτὸς γὰρ πᾶσι δανείζει τὴν ζωήν, ἐξ αὐτοῦ πᾶσα ἡ φύσις ἐμπνεῖται, ἐν αὐτῷ κινεῖται τὰ κινούμενα, τὰ συνεστῶτα συνίσταται, ἐνερ γεῖ τὰ ἐνεργούμενα.» Ἐκεῖθεν αἱ γυναῖκες ἐξελθοῦσαι τῷ Ἰησοῦ συνήντησαν, καὶ τὸν ὄρθρον εἶδον ὡς ὄρθρον, καὶ εἶπον πρὸς αὐ τὸν ὅπερ ὁ ∆αυὶδ ἐν προφητείαις ἔψαλλεν· «Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.» Εἰ δὲ λέγεις· «Αἱ μὲν γυ ναῖκες εὗρον, οὐχ εὗρον δὲ οἱ ἀπόστολοι», καὶ «Πῶς ἐστι κέρδος κοινόν; Πῶς τὸ εὑρεθὲν ὅλης τῆς φύσεως γίνεται σωτηρία;» περιττὸν ζητεῖς, μάτην ἐγκαλεῖς. Εὗρον γὰρ αἱ γυναῖκες ὅπερ διὰ τῆς Εὔας ἀπώλεσαν πρότερον. Εὗρεν τὸ κέρδος ἡ παρασχοῦσα τῆς ζημίας τὴν ὑπόθεσιν. Πλὴν ἀνάγνωθι τῆς προφητείας τὰ λεί ποντα· «Ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ἡμῖν ὡς ὑετὸς πρώϊμος καὶ ὄψιμος τῇ γῇ.» Ταῦτα σαφῶς κατὰ λέξιν πεπλήρωται. Οὐ χρῄζει θεωρίας ὁ λόγος, ἀλληγορεῖν οὐ δεόμεθα τοῦ προφήτου τὴν ἔννοιαν· «Ἥξει ἡμῖν ὡς ὑετὸς πρώϊμος καὶ ὄψιμος τῇ γῇ.» Ὅρα τοίνυν αὐτὸν πρώϊμον ταῖς γυναιξίν, ὄψιμον δὲ τοῖς ἀποστόλοις φαινόμενον· πρωῒ μὲν γὰρ ἐνταῦθα ταῖς γυ ναιξὶν «Χαίρετε», ὀψὲ δὲ ἐν τῇ Σιὼν «Εἰρήνην» τοῖς μαθηταῖς προσεφώνησεν· «Χαίρετε» ταῖς γυναιξὶν ἵνα λύσῃ τῆς λύπης τὴν ἀπόφασιν, «Εἰρήνην» τοῖς μαθηταῖς, ἵνα καταλύσῃ τὴν ἔχθραν ἣν ὁ δράκων ἐφύτευσεν. ∆ιὸ πρὸς αὐτοὺς μετὰ ταύτης τῆς διαστολῆς ἔλεγεν· «Εἰρήνη ὑμῖν· τῷ γὰρ διαβόλῳ ὁ πό λεμος, ἡ πρὸς ἐκεῖνον ἔχθρα μένει· δεῖ γὰρ αὐτοῦ συντριβῆναι τὸ κέρας, δεῖ αὐτοῦ τὸν ἰὸν ἐκχυθῆναι, δεῖ πατηθῆναι αὐτοῦ τὸ κέντρον. Νῦν ὅπλα χαλκεύσω οἷς κατ' αὐτοῦ συγκροτηθήσεται πόλεμος.» 6 Οὐ μάτην τοίνυν ὁ Ἀνδρέας τῷ Πέτρῳ ἀπήγγειλεν· «Εὑ ρήκαμεν τὸν Μεσσίαν τὸν λεγόμενον Χριστόν», ἐπειδὴ καὶ ὁ θεὸς τοιαῦτα διὰ τῆς Ἠσαΐου προφητείας ἐφθέγγετο· «Ἐὰν ἐπιζητήσῃς, ζήτει καὶ παρ' ἐμοὶ οἴκει.» Ὅθεν τὸν Χριστὸν ὁ Ἀνδρέας ἐπερωτᾶν ἐτόλμησεν· «Οἶδα γὰρ ὡς οἰκίαν ἐπὶ τῆς γῆς οὐκ ἔχεις, οὐκ οἰκοδομεῖς ἐν τῇ φθορᾷ, οὐ σκηνοποιεῖς ἐν πλίνθῳ. "3Ποῦ μένεις;"3 ἵνα θυρωρὸς τῆς αὐλῆς τῆς δεσποτικῆς γένωμαι. "3Ἐξελεξάμην γὰρ παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν."3 "3Ποῦ μένεις;"3 Ἐὰν μάθω, τῆς θύρας οὐκ ἀφίσταμαι.» Ἀλλ' αὕτη μὲν ἡ τῆς ἐκκλησίας νῦν 3 ἐκ τῶν εὐαγγελίων παρατεθεῖσα τρά πεζα· ἐγὼ δὲ αὐτῆς τὰ ὄψα ὡς οἰκέτης μόνον παρέθηκα, διόπερ ἐφ' ἑτέραν, εἴπερ ὑμῖν δοκεῖ, μεταβήσομαι τράπεζαν. Ἀνδρέαν ἡ κλῆσις στεφανοῖ· δείκνυσι τῷ στρατιώτῃ τὴν ἐκλογήν. Παρέ στησεν τοῦ ἀμπελουργοῦ τὴν ἀξίαν ἡ μίσθωσις ἣν οὕτως ἡμῖν ὁ Μαθθαῖος παρέθετο· «Ἀπὸ τότε ὁ Ἰησοῦς ἤρξατο κηρύττειν καὶ λέγειν· Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» «Ἀπὸ τότε.» Πότε; –Ἀφ' οὗ τὸν Ἰορδάνην ἡγίασεν καὶ τοῦβαπτίσματος τὴν δωρεὰν ἐφύτευσεν καὶ τὴν κεφαλὴν τῶν δρακόν των συνέτριψεν ἐν τοῖς ὕδασιν καὶ τοῦ πνεύματος τὴν δωρεὰν ἐξ οὐρανοῦ κατήγαγεν, ἤνοιξεν ὁδὸν ζωῆς, τῆς σωτηρίας τὴν πύ λην ἀνεπέτασεν· «Ἀπὸ τότε κηρύττειν ἤρξατο καὶ λέγειν· Μετα νοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Ἦλθεν γὰρ ὁ δανειστὴς ὁ πᾶσιν ἀπαλείφων τὰ ἐγκλήματα· ὁ ἄφθονος βα σιλεὺς ἐπεδήμησεν· πάρεστιν ὁ δικαστὴς τῆς φυλακῆς τοὺς ὑπευ θύνους ἐλευθερῶν, ὁ λύων τοὺς κλοιούς, ὁ ἀπαλείφων πᾶσιν ἐγ κλήματα, «ὁ καμμύων τοὺς ὀφθαλμοὺς αὐτοῦ ἵνα μὴ ἴδῃ ἀδικίαν, ὁ βαρύνων τὰ ὦτα αὐτοῦ ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος.» «Με τανοεῖτε»· πλύνατε τῷ λόγῳ τὰς πράξεις, γλώσσῃ τὸ στόμα ἀποσμήξατε, εὐχῇ τὸν βίον καθάρατε, προσενέγκατε θυσίαν ἥτις πολλῶν ἄρχει. «Μετανοεῖτε»· οὐκοῦν ὁ μετανοῶν οὐ μόνον τῶν δεινῶν ἀπαλλάττεται ἀλλὰ καὶ τῶν ἀγαθῶν κληρονομίαν δέχεται, οὐ μόνον κακίας ἐλεύθερος ἀλλὰ καὶ γεωργὸς δικαιοσύ νης γίνεται. «Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρα νῶν.» Οἱ δυνατοὶ βιάσασθε, οἱ ἀσθενεῖς
About this text
Hesychius of Jerusalem, In sanctum Andream (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s In sanctum Andream — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.