In sanctum Andream · §u02-open

In sanctum Andream Unit 2 opening

Unit 2.

Lemma-led open — τῶν ἀποστόλων εὐγνωμοσύνην· ὅπερ γὰρ εἶχον ἀφῆκαν, ἣν εἶχον ἀφορμὴν τοῦ βίου ταύτην ὑπερεῖ

Greek

τῶν ἀποστόλων εὐγνωμοσύνην· ὅπερ γὰρ εἶχον ἀφῆκαν, ἣν εἶχον ἀφορμὴν τοῦ βίου ταύτην ὑπερεῖδον. Ὅλος ἦν αὐτοῖς ὁ θησαυρὸς καὶ ὅλος ὁ πλοῦτος τὰ δίκτυα· τὴν γὰρ ζωὴν ἐν σαγήναις εἶχον· ἡ τῶν ἰχθύων ἄγρα τὰς ἐλπίδας τοῦ βίου ἔτρεφεν. Οἱ δὲ ἀφῆκαν καὶ ταῦτα, οὐκ εἶπον πρὸς ἑαυτούς· λήρους ἡμῖν οὗτος καὶ μύθους περιττοὺς διαλέγεται, ἁλιεῖς ἀνθρώπων καταστῆσαι ἐπαγγέλλεται. Καὶ ποῦ τοιοῦτον δί κτυον; Ποῦ σαγήνη τοιαῦτα δυναμένη θηρᾶν; Τίς δὲ λίμνη, τίς δὲ θάλασσα ἀνθρώπους ἡμῖν τοῖς δικτύοις προσφέρουσα; Τί δὲ τὸ κέρδος τῆς θήρας ἔσται; Ποῦ τὴν θήραν μετὰ τὴν θήραν χρησόμεθα; Ἀλλὰ τῷ καλοῦντι προσέχοντες καὶ τῇ πίστει βεβαιωθέντες καὶ

About this text

Hesychius of Jerusalem, In sanctum Andream (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s In sanctum Andream — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.