Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
δυναμώθητε, οἱ χωλοὶ τρέχετε καὶ οἱ τρέχοντες σπεύσατε καὶ οἱ σπεύδοντες ἑαυτοῖς μὴ θαρρήσητε, ἀλλὰ τῷ θεῷ τῷ τὸν δρόμον ἰθύνοντι· «Οὐ γὰρ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ.» «Μετανοεῖτε»· οὐκ ἔστι γὰρ κακία νικῶσα τὴν μετάνοιαν, οὐκ ἔστιν ἰὸς ὅστις δύναται τούτου τοῦ μέλιτος ἀποσβέσαι τὴν δύνα μιν· πᾶσιν ὁ διάβολος παλαίει καὶ πᾶσιν ἀνθίσταται καὶ πᾶσιν μάχεται· πρὸς μόνην οὐ τολμᾷ παλαῖσαι τὴν μετάνοιαν· αὐτὴ γὰρ αὐτοῦ ἐκ τῶν φαρύγγων ἐκβάλλει τὸ πρόβατον, ἐξ αὐτῆς ἀπο σπᾷ τῆς χειρὸς τοῦ τυράννου τὸν αἰχμάλωτον. 7 «Καὶ περιπατῶν ὁ Ἰησοῦς εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν καλούμενον Πέτρον καὶ Ἀν δρέαν τὸν ἀδελφὸν αὐτοῦ.» Πολλοὺς ἰδὼν παρεῖδεν, ἐπειδὴ τῶν δεσποτικῶν ὀφθαλμῶν ἦσαν ἀνάξιοι. «Εἶδεν δύο ἀδελφούς», οὐ σώματι μόνον ἀλλὰ καὶ τὴν ψυχήν, τὴν φύσιν καὶ τὴν χάριν, τὴν πολιτείαν καὶ τὴν συγγένειαν. «Εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν καλούμενον Πέτρον», οὐ τὸν κληθησόμενον· περὶ γὰρ τῆς κλήσεως ἠξιωμένος ἐτύγχανεν. Ἤδει γὰρ ὅτι ὁ Χριστὸς πρὸς αὐτὸν εἰρηκὼς ἦν· «Σὺ εἶ Σίμων, σὺ κληθήσῃ Κηφᾶς ὁ λεγόμε νος Πέτρος.» Ἰδοὺ πρὸ τῆς ὁμολογίας τὸν μισθὸν ἔχεις καὶ πρὶν ἐργάσῃ τὸν ἀμπελῶνα τὸ δηνάριον ἔλαβες, πρὶν ἀνάψῃς τὸν βωμὸν τὴν θυσίαν προσδέδεξαι, πρὶν κηρύξῃς ἐστεφανώθης, πρὶν εὐαγγελίσῃ τὸ τῆς θεολογίας σοι βραβεῖον ὑπήντησεν. Αἴτιος δὲ αὐτοῦ τούτου ὁ Ἀνδρέας ἐγένετο καὶ τούτου χάριν ὁ Μαθθαῖος προσέθηκεν· «Καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ», καίτοι ἦν ἅπαξ εἰρηκώς· «Εἶδεν δύο ἀδελφούς», ἀλλ' ὅμως ἰδοὺ νῦν ἀνα λαμβάνει καὶ δεύτερον, εὐεργέτην κηρύξαι τὸν Ἀνδρέαν τοῦ Πέτρου βουλόμενος. ∆ιὰ τοῦτό φησιν· «Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ», τὸν πληρώσαντα τὴν ἐντολὴν ἣν ἐν Παροιμίαις ὁ Σολομὼν προϋπέγραψεν· «Ἀδελφοὶ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι», ἐν τοῖς ἄγαν συμφέρουσιν, ἐν τοῖς λίαν σπουδαίοις, ἐν τοῖς σφόδρα κατεπείγουσιν· τοῦτο γὰρ ὡς ἀναγκαίας καὶ ἀπαραιτήτους αἰτίας ἡ σοφία ἐκάλεσεν· «Ἀδελ φοὶ δὲ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι.» Οὐ τοίνυν παρεῖδεν ὁ Ἀνδρέας τὸν Πέτρον κατεπειγούσης τῆς κλήσεως· ἀκήκοας γὰρ ὅπως πρὸς αὐτὸν ἔλεγεν· «Εὑρήκαμεν τὸν Μεσσίαν τὸν λεγό μενον Χριστόν.» ∆ράμε, Πέτρε, φησίν, πρὶν προλάβωσι Πέ τροι, πρὶν ἄλλοι τῶν πρωτείων ἐπιλάβωνται· οὗτος γὰρ ὅθεν θέλει στρατολογεῖ, οὗτός ἐστιν ὁ ἀπὸ «τῶν 4 ὁδῶν καὶ φραγμῶν» ἀθροίζων, ὁ πόρνους καὶ τελῶνας σφραγίζων. Ἔνθα ἂν ῥίψῃ τὸν σπόρον, ἐκεῖ ἡ γῆ καρποφορεῖ, ὅπου τὸ κλῆμα φυτεύσει ἡ ἄμπελος παραχρῆμα ἀνέρχεται, ἔνθα ἂν ῥίψῃ τὸ δίκτυον, πλῆρες ἰχθύων εὑρίσκεται. «Εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς.» Θαύμασον τοῦ Χριστοῦ τὴν φιλοτιμίαν ὅτι τοὺς πτωχοὺς καὶ ἀπαιδεύτους καὶ ἀγραμ μάτους καὶ ἁλιεῖς ἐκλέλεκται. Ἡ σοφία γὰρ οὐ χρῄζει συνηγόρων ἀλλ' ὑπουργῶν· οὐδεὶς γὰρ αὐτῇ παρέχει, παρ' αὐτῆς δὲ πάντες τὰ πάντα λαμβάνομεν· οὐδεὶς γὰρ δανείζει τῷ πλουσίῳ, πάντες γὰρ παρ' αὐτοῦ δανειζόμεθα. Τί τοίνυν χρεία σοφῶν ἔσται ἐν τῷ κηρύγματι; ∆εῖ γὰρ γενέσθαι μωρὸν τὸν τῆς ἀληθοῦς σοφίας μεταλαμβάνειν μέλλοντα. 8 Θαύμασον τοῦ Χριστοῦ τὴν σοφίαν καὶ τῶν ἀποστόλων τὴν ἐκλογὴν μακάρισον. Οἷα ἀνθ' οἵων ἠλλάξαντο; ∆ηλοῖ γὰρ τὰ ἐχόμενα τοῦ λέγειν αὐτοῖς· «∆εῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.» Τῶν ἀρχαίων ἁπάντων ἐπιλάθεσθε, ἀρνήσασθε τοὺς γονεῖς τῆς σαρκὸς ἵνα τὸν πατέρα τὸν ἀληθινὸν ἀπολάβητε. Μικρὸς ὑμῖν ὁ κόσμος ἔστω ὅλος, πρὸς τὸν ποιητὴν τὸν ἑαυτοῦ κρινόμενος. «∆εῦτε ὀπίσω μου»· πρὸς γὰρ ζωὴν ὑμᾶς ἀνάγω, πρὸς τὸ φῶς χειραγωγῶ. «∆εῦτε ὀπίσω μου», ἵνα πατριάρχας προλάβητε, ἵνα πρὸ τῶν προφητῶν τὸν κλῆρον ὑποδέξησθε· καὶ ἔσχατοι ὄντες γενήσεσθε πρῶτοι, ἵνα οἱ περὶ τὴν ἑνδεκάτην τῶν πρωῒ ἅμα μισθωθέντων ἀνώτεροι γένησθε. «∆εῦτε ὀπίσω μου»· ἐμοὶ γὰρ ἀκολουθοῦντες βίον ἕξετε ἄπονον· χωρὶς γὰρ ἀργυρίου πλουτήσετε, χωρὶς φαρμάκων ἰατροὶ τῆς οἰκουμένης ἔσεσθε, χωρὶς ὅπλων εὑρεθήσεσθε τῶν ἐχθρῶν δυνατώτεροι. «∆εῦτε ὀπίσω μου»· «Ἐγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου», «ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια», ἐγὼ πρὸς τὸν Πατέρα χειραγωγῶ, «ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνειν καὶ καταπατεῖν λέοντα καὶ δράκοντα» τοῖς ὀπίσω μου πορευομένοις δίδωμι. «Καὶ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.» Μακαρίσαι τοίνυν προσῆκεν τὴν
About this text
Hesychius of Jerusalem, In sanctum Andream (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s In sanctum Andream — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.