In sanctum Antonium Unit 1 opening
Unit 1.
Lemma-led open — ὄρεσι καὶ σπηλαίοις
Greek
In sanctum Antonium (homilia 8) Τοῦ μακαριωτάτου Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ὅσιον πατέρα ἡμῶν Ἀντώνιον. 1 ∆ικαίων μνήμῃ καὶ ὁ κόσμος ἀγάλλεται, δικαίων μνήμῃ καὶ ὁ κόσμος φωτίζεται, δικαίων μνήμῃ καὶ ἡ ἀνθρωπότης σκιρτᾷ, δικαίων μνήμῃ καὶ πᾶς τις ἀκούων ἀγάλλεται. Νῦν Ἀντώνιος μνημονεύεται καὶ πάντες τῇ μνήμῃ φωτιζόμεθα, Ἀντώ νιος ὁ τῶν οὐρανῶν πολίτης, ὁ πάσης ἀρετῆς καθηγητής, ὁ τοὺς ἀσάρκους ἐν σαρκὶ μιμησάμενος, ὁ τῶν ἐκκλησιῶν λύχνος, ὁ τῶν ἱερέων παιδοτρίβης, τὸ τῆς παρθενίας ἄνθος, τὸ τῆς ἁγνείας ἀπαύ γασμα, τῶν ἐν «ὄρεσι καὶ σπηλαίοις» ὁ στέφανος, τὸ τῆς καρ τερίας ὑπόδειγμα, ὁ τῆς ἐγκρατείας ἐργάτης, ὁ ἀήττητος πύκτης, τῶν προφητῶν ἡ στήλη, τῶν ἀποστόλων τὸ ἔσοπτρον, ὁ μετὰ θεοῦ καὶ ἀνθρώπων δυνατός, ὁ μηδὲν ἐπὶ γῆς ἔχων, ὅλος δὲ εἰς οὐρανὸν ὁρῶν, ἄνω τοὺς ὀφθαλμοὺς τείνων καὶ πρὸς ἐκεῖνο τὸ βραβεῖον τὸν δρόμον ἐπειγόμενος. 2 Ὁ πιστὸς ὡς Ἀβραάμ, ὡς ὁ Ἰσαὰκ εὐπειθής, καρτερικὸςὡς ὁ Ἰακώβ, ὡς Ἰωσὴφ σιτοδοτῶν τὴν Αἴγυπτον, θαυμάτων παντοδαπῶν ὡς Μωυσῆς ἡνιοχῶν τῇ διδασκαλίᾳ, ἔψαλλεν ὡς ∆αυὶδ καὶ τοὺς δαίμονας ἤλαυνε, ναὸν ἑαυτὸν μείζονα τῷ θεῷ προσήγαγεν, ὡς ∆ανιὴλ ἐπέταττε τοῖς λέουσιν, ὡς ὁ Βαπτιστὴς ἐκκλησιάζει τὴν ἔρημον, ὡς ὁ Θεολόγος «ἐπὶ τὸ στῆθος τοῦ Ἰη σοῦ» διὰ τῆς εὐαγγελικῆς μελέτης «ἀνακείμενος», «καθ' ἡμέ ραν» ὡς Παῦλος «ἀπέθνῃσκεν». 3 Ἀλλὰ γὰρ καὶ ἡμεῖς ἀντλοῦμεν καὶ ἡ ληνὸς ὑπερβλύζει, οἱ πίθοι γέμουσιν, «ὑπερχεῖται τὰ ὑπολήνια»· ὅσον τρέχομεν, μεῖζον τὸ στάδιον γίνεται· ὅσον ὁ πλοῦς ἀνύεται, τοσοῦτον τῆς θαλάσσης δηλοῦται τὸ ἀμέτρητον. ∆εῦρο τοίνυν καὶ ἡμεῖς τὰ τοῦ Παύλου εἴπωμεν· «Ἐπιλείψει με διηγούμενον ὁ χρόνος ἐπὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, ∆αυίδ τε καὶ Σα μουὴλ καὶ τῶν προφητῶν»· τούτους γὰρ ἐν αὑτῷ ὁ πατὴρ τῶν συγκροτουμένων θεάτρων ἀνέλαβε· πολλῶν γὰρ χρεία ῥημάτων καὶ ὁδηγὸς ἐγὼ τοῖς πράγμασιν, ἐπειδὴ κάμνει ὁ λόγος τὸ ἔργον ἐξηγούμενος. Ἕτερον σκιᾶς χαρακτήρ, ἕτερον ἀληθείας ἐνέρ γεια. Ἄλλο εἰκὼν καὶ ἄλλο τοῦτο οὗπερ εἰκὼν τυγχάνει τὸ δει κνυόμενον· εἰκονίζουσιν οἱ λόγοι τὸ ἔργον, ἀλλ' οὐχ οὕτως ἡ
About this text
Hesychius of Jerusalem, In sanctum Antonium (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s In sanctum Antonium — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.