Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
γλῶσ σα λέγει ὥσπερ ἡ χεὶρ εὐεργετεῖ. Ἕτερον φωνὴ ῥημάτων, ἕτερον ὀσμὴ κατορθωμάτων· ἐκείνη περὶ τὸν ἀέρα βρίθει, αὕτη φθάνει τὸν οὐρανὸν καὶ τοὺς ἄνω πληροφορεῖ, αὕτη τοῖς ἄνω παρίσταται. 4 «Ἐπιλείψει με, φησί, διηγούμενον ὁ χρόνος.» Εἰ δὲ Παῦ λον ὁ χρόνος ἐπέλιπε τὰ τῶν ἁγίων κατορθώματα λέγοντα, Παῦ λον ἐν ᾧ Χριστὸς ἐλάλει, ἐν ᾧ τὸ πλήρωμα τῆς ἐκκλησίας ἐφίκετο, θησαυρὸς γνώσεως ἀνελλιπὴς ἐκέκρυπτο– μέταλλον ἦν τῆς ἐπιστήμης, ἄνωθεν τὸν νόμον καὶ τοὺς προφήτας ἠρευνᾶτο, γλῶσ σαν εἶχεν ἐν ὅλῳ τῷ κόσμῳ καθάπερ ἐν ἑνὶ θεάτρῳ σαλπίζουσαν–, τί πράξωμεν ἡμεῖς οἱ πτωχοὶ καὶ ἐνδεεῖς; Τί πράξωμεν οἷς ὁ λόγος ἀδίδακτος, οἷς ἀσθενὴς γλῶττα, βραδὺς ὁ νοῦς καὶ ἡ καρδία ἀπαίδευτος, οἳ μήτε τὴν ἔξωθεν γνῶσιν μεμαθήκαμεν, μήτε ἐλαχίστως τὴν ἔνδον γυμναζόμεθα; 5 Οὐκ ἔστι πολιτεία τὴν παρρησίαν ἕλκουσα, οὐδὲ βίος ἀντὶ λόγου φθεγγόμενος. Πόθεν Ἀντωνίῳ τὸν χιτῶνα τῶν ἐπαίνων ὑφάνωμεν; Στεφανούτω νῦν αὐτὸν ἡ τοῦ ∆αυὶδ κιθάρα· περὶ αὐτοῦ γὰρ ἐν κεφαλίδι βιβλίου καὶ τῶν ὁσίων αὐτοῦ ἔργων γέ γραπται· «Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον, ἐν ταῖς ἐν τολαῖς αὐτοῦ θελήσει σφόδρα· δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ»· σπέρμα γὰρ ἐκείνου τὰ πανταχοῦ τῆς Αἰγύπτου, μᾶλ λον δὲ τὰ πάσης τῆς γῆς τῶν ἁγίων 1 συστήματα. Ἐκεῖνον πατέρα καὶ γεωργὸν νομίζουσιν, ἐκείνου τοῖς τύποις τοὺς ἑαυτῶν βίους ῥυθμίζουσι καὶ τὸν ἀπόντα διὰ τῆς φυλακῆς τῶν νόμων παρεῖναι νομίζουσι. Λόγος εἷς τῶν ἐκ διαδοχῆς παιδευθέντων σῳζόμενος ἱκανὸς πολιτείαν τὴν ἐκ φιλοσοφίας συστήσασθαι. Λεγέτω περὶ αὐτοῦ καὶ Ἠσαΐας ὁ προφήτης· «Μακάριος ὃς ἔχει σπέρμα ἐν Σιὼν καὶ οἰκείους ἐν Ἰερουσαλήμ.» 6 Λεγέσθω περὶ Ἀντωνίου καὶ ταῦτα τῆς Ἰερεμίου προφητείας τὰ ῥήματα· «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε καὶ πρὸ τοῦ <σε> ἐξελθεῖν ἐκ μήτρας
About this text
Hesychius of Jerusalem, In sanctum Antonium (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s In sanctum Antonium — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.