Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
μηλωταῖς, ἐν αἰγείοις δέρμασι», ζηλῶν τὸν Ἠλίαν ἐν πραότητι· «ὑστερούμενος» τῇ σαρκὶ καὶ «θλιβόμενος», ὁδὸν γὰρ εἶναι τὰς θλίψεις τῆς τῶν οὐρανῶν βασιλείας ἐγίνωσκε· «κακουχούμενος», ἐπειδὴ μᾶλλον ἐβούλετο «συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ» Ἀντώνιος «ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν.» «Οὐκ ἦν αὐτοῦ ἄξιος ὁ κόσμος»· τοιγαροῦν ἔτι ζῶν ἑαυτὸν εἰς οὐρανὸν μετέστησεν. Ἔπειτα δὲ τὸ πολὺ σῶμα τῶν προφητῶν διέλθωμεν. Χριστὸς ἡ κεφαλὴ σφραγιζέτω τὰ ἐν χερσὶν ἐγκώμια, ἔτι καὶ νῦν λέγων· «ἡ βασιλεία τῶν οὐρανῶν βιαστή ἐστι καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν»· ἔτηκεν γὰρ Ἀντώνιος τὸ σῶμα, ἐχαλίνου τὴν ψυχήν, ἐκόλαζε τὰς ἡδονάς, ἀπείχετο τρυφῆς, ἀφείδετο κόρου, ὕπνῳ τοσοῦτον ὅσον ὠφελεῖν τὴν φύσιν ἐκέχρητο, βδελυκτὴν τῆς πορνείας καὶ τὴν προσηγορίαν ἐνόμιζεν, ὀλίγα τῆς γῆς ἀπήλαυσεν. Ὅλος δὲ εἰς οὐρανὸν ἦν, ὅλος τῆς ἄνω ζωῆς, ζημίαν τὰ ἐνταῦθα ἡγούμενος. Μόναις ἔζη ταῖς ἀρεταῖς, νεκρὸς ὑπάρχων τοῖς πάθεσι. 9 Παίγνιον εἶχε τὸν ἐχθρόν, ἐπὶ τοὺς πόδας αὐτοῦ ὁ διάβολος ἔπιπτεν. «Ἐπ' ἀσπίδα καὶ βασιλίσκον» τεθαρρηκὼς «ἀνέβαινεν, λέοντα» τὸν νοητὸν «κατεπάτει καὶ δράκοντα.» Κέρδος ἡγεῖτο τοὺς πειρασμούς, τὰς θλίψεις ἐμπορίας. Ἐνόμιζε τὴν χαρὰν ἐν τῷ πενθεῖν τὰς ἁμαρτίας, τὸν πλοῦτον ἐν τῷ πένεσθαι. Πάντα εἶχεν, ἐπειδὴ μηδὲν εἶχεν. Πάντων ἦν κύριος· οὐδενὶ γὰρ ἐδούλευε. Πάντων ὑπερεφρόνει· οὐδενὸς γὰρ ἐδέετο. Οὗ καὶ ἡμεῖς εἰς ζῆλον αὐτοῦ ἔλθωμεν ὅσοι τε ἐν τῇ πανηγύρει αὐτοῦ 2 τῆς ἁγίας μνήμης σήμερον συνεληλύθαμεν, ὅσοι τὸν σεπτὸν αὐτοῦ βίον θαυμάζομεν καὶ ὅσοι ἐκ πίστεως τὴν μακαρίαν αὐτοῦ κοίμησιν ἐπιτελοῦσι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμή, κράτος σὺν τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 3
About this text
Hesychius of Jerusalem, In sanctum Antonium (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s In sanctum Antonium — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.