In sanctum Antonium · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

ἡγίακά σε»· τὴν γὰρ ἁγιωσύνην ὡς σύντροφον ἐπετήδευε. Κλῆρον ἐκ μήτρας τὴν ἁγίαν ἐκέκτητο ταπείνωσιν καὶ φιλοσοφίας ἀρχὴν τὴν σωφροσύνην τὴν διὰ Χριστοῦ ἔθετο. ∆εῦρο καὶ τοῦτον ἐκ τῆς τοῦ Ἰὼβ ἱστορίας ἐνδύσωμεν τῇ κεφαλῇ τοῦ δικαίου τὸν στέφανον· «Ἄνθρωπος γὰρ ἦν ἐν χώρᾳ τῇ» κατ' Αἴγυπτον, ὄνομα Ἀντώνιος, «ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, δίκαιος, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος» καὶ «ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν.» Ἡλίου ποίου; –Τοῦ τῆς δικαιοσύνης· ἐκείνου γὰρ ἀνατολαὶ ὑπῆρχον οἱ ἀπόστολοι, ὧν τὴν συγγένειαν Ἀντώνιος εἶχε· ἡ περιβολὴ τῆς εὐγενείας τοῦ πνεύματος καλείσθω. 7 Καὶ Σολομών τι περὶ τοῦ δικαίου τούτου καὶ αὐτὸς παροι-μιάσασθαι δύναται· «Μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων, ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν.» Εὕραμεν τοίνυν, εὕραμεν ἡμεῖς τὸν τῷ σοφῷ ζητούμενον, ἀλλ' ὁ μὲν ἔλεγεν ἄνδρα πιστὸν εὑρεῖν, Παῦλος δὲ οὐχ οὕτως. Ἀλλὰ τί φησιν; – «Οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας», Ἀντώνιον καὶ τοὺς ἐκείνου ζηλωτὰς αἰνιττόμενος· οὗτος γὰρ τὰς βασιλείας τοῦ κόσμου, δόξαν, τιμήν τε καὶ πλοῦτον ὑπερφρονῶν κατεπάλαισεν, «ἐπέτυχεν ἐπαγγελιῶν» τοῦ μέλλοντος, «ἔφραξε στόματα λεόντων» τῶν ἡδο νῶν, «ἔφυγε τὰ στόματα μαχαίρας» τὴν ἔξωθεν σοφίαν, «ἐνεδυναμώθη ἀπὸ ἀσθενείας» τῆς ἀκρατείας, «ἐγενήθη ἰσχυρὸς ἐν πολέμῳ» τῷ πρὸς τὸν διάβολον, «παρεμβολὰς ἔκλινεν ἀλλοτρίων» τῶν δαιμόνων. «Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν» ὅσαι μητέρες ἁμαρτωλοὺς παῖδας τῷ δικαίῳ προσήνεγκαν. 8 Ἀλλὰ μὴν καὶ «ἐτυμπανίσθη», «ἐν φόνῳ μαχαίρας ἀπέθανε», «δεσμῶν καὶ φυλακῆς» «καὶ μαστίγων πεῖραν ἔλαβεν», «ἐλιθάσθη, ἐπρίσθη»· πολλῶν γὰρ ταῦτα πασχόντων δι' εὐσέβειαν, αὐτὸς πᾶσιν ὡς πατὴρ πάντων συνέπασχε· «περιῆλθεν ἐν

About this text

Hesychius of Jerusalem, In sanctum Antonium (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s In sanctum Antonium — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.