In conceptionem venerabilis praecursoris · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

εἰσφερόντων ἀλλήλοις καὶ χορη γούντων τὰ δέοντα. 15 Οὗτος ὁ λαὸς σωρηδὸν ἐπὶ τὴν πηγὴν τοῦ βαπτίσματος ἔσπευδεν καὶ μετ' αὐτοὺς ὁ λυτρωτὴς αὐτὸς ὡς προβάτοις ποιμὴν ἐπακολουθῆσαι βουλόμενος καὶ τῆς πηγῆς μετασχεῖν ἧς αὐτὸς τοῖς ἀμνοῖς ἐνεφάνισεν. Ἔπαλλον οἱ τοῦ βαπτιστοῦ δάκτυλοι, αἱ χεῖρες ἐνάρκων, ἕκαστον αὐτῷ τῶν μελῶν τῆς στολῆς ἀπὸ κεφαλῆς μέχρι ποδῶν ἔτρεμεν. Καὶ μήτε ἀντειπεῖν ὡς οἰκέτης δεσπότῃ δυνάμενος, μήτε διακονῆσαι χωρῶν τῷ τοσούτῳ προσ τάγματι, οὔτε παραιτεῖσθαι ἐτόλμα τῷ μεγάλα προστάττοντι. «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχῃ πρός με.» Πῶς, φησίν, πλυνῶ τὸν καθαρόν; Τίνα δὲ τρόπον κρατήσω τὸν ἀχώρητον; Πῶς λευκανῶ τὸ φῶς; Πῶς ἀποσμύξω τὸν ἥλιον; Τί μου χρῄζει τῆς χειρός; Τί σοι δεῖ γλώττης ἣν αὐτὸς ἐκεράμω σας; Τί πρὸς σὲ βαπτίζων εἴπω; Τί πρὸς αὐτὸν τὸν Ἰορδάνην φθέγξομαι; Τί πρὸς τὴν περιστερὰν τὴν ἐξ οὐρανῶν αὐτομο λοῦσαν τοῦ πνεύματος; Τί πρὸς τὴν νεφέλην ᾗ τοῦ σοῦ πατρὸς ἐποχεῖται τὸ κήρυγμα; Ἆρα μὴ ἀγνοεῖς τί ὑπάρχω, δέσποτα; Ἆρα δὲ οὐκ οἶδας διὰ τί παραγέγονα;» 16 «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με.» Μὴ γὰρ «ἐν ἀνομίαις συνελήφθης», ὥσπερ ἐγώ; Μὴ γὰρ «ἐν ἁμαρτίαις ἐκίσσησέ σε ἡ μήτηρ σου» ἢ σπόρον ἔσχεν ὁ τό κος; Μὴ φθορὰν ἡ κύησις ἢ συμπλοκὴν ἡ σύλληψις; Μὴ νυμ φίον ἡ μήτρα ἢ γεωργὸν ἡ γαστήρ; Μὴ τὸ γάλα ἐξ ἀνδρός; Μὴ τῆς σῆς μητρὸς τὸν μασθόν τις ἐψηλάφησεν; Μὴ τῇ κατάρᾳ τῆς Εὔας ἡ παρθένος ὑπέπεσεν;» Ἀλλὰ τί πρὸς αὐτὸν ὁ λυτρωτὴς ἐπήγαγεν; «Ἄφες ἄρτι· οὕτως γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἄφες ἄρτι», τουτέστιν τί γυμνοῖς πρὸ καιροῦ τὰ λανθάνοντα; Τί ἐκκαλύπτεις τὰ δεόμενα τέως κρύπτεσθαι μέχρι καιροῦ; Τί 4 θορυβεῖς τῶν Ἰουδαίων τὴν ἀκοήν; Τί τοξεύεις τοῦ διαβόλου τὰ ὦτα; Τί φυγαδεύεις ἀπὸ τῆς γῆς πρὸ τοῦ σταυροῦ τοὺς δαίμονας; Τί δειλοὺς κατασκευάζεις τοὺς διακονεῖν τῇ θυσίᾳ τοῦ σταυροῦ καὶ παρὰ γνώμην μέλλοντας;» 17 «Ἄφες ἄρτι.» Τί σαυτὸν μεγάλα ζημιοῖς; Τί τὴν φύ σιν ὑπέρογκον ἀποστερεῖς; Ἐὰν μὴ βαπτισθῶ, πῶς φωνῆς ἀκούσει; Ἐὰν μὴ ἀκούσῃ φωνῆς, πῶς μαθήσει τοῦ Πατρὸς τὴν βουλήν, πῶς θαρρήσει τοῦ Υἱοῦ τὰ μυστήρια, πῶς τὴν ἄφι ξιν κατοπτεύσεις τοῦ Πνεύματος, πῶς τὸν οὐρανὸν θεωρήσεις ἀνοιγόμενον; Ἐὰν μὴ βαπτισθῶ, τίς ἁγιάσει τὸ ὕδωρ τοῦ βαπτίσματος, τίς συντρίψει τὰς κεφαλὰς τοῦ δράκοντος, πῶς λευκαίνεται τὰ στοιχεῖα, πῶς ἡ κτίσις καθαίρεται, πῶς τὰ ῥυ πωθέντα σκεύη τοῦ Ἀδὰμ ἀποπλύνεται; «Ἄφες ἄρτι· οὕτως γὰρ ἡμῖν πρέπον ἐστὶ πληρῶσαι πᾶσαν δικαιοσύνην», ἣν ὁ νό μος ἐντέλλεται καὶ οἱ προφῆται κηρύττουσι καὶ ἡ χάρις εἰσ ηγεῖται καὶ τὸ καινὸν τῆς βασιλείας ἐπιζητεῖται κήρυγμα. Ἐτέχθην ἐκ γυναικὸς καὶ τὸ χρέος τῆς Εὔας ἀποδέδοται· δούλου μορφὴν ἐφόρεσα καὶ τῆς ὀφειλῆς τὸν Ἀδὰμ ἠλευθέρωσα· ἐπὶ φάτνης ἐκάθισα καὶ ὁ γεγονὼς κτηνώδης τῆς ἀρᾶς ἐλύθη καὶ τῆς αἰσχύνης ἀπήλλακται· ἐνεδυσάμην σπάργανα καὶ τῆς γυμνώ σεως τὴν πληγὴν ἐθεράπευσα. Ἕνεκα τοῦ Ἰσραὴλ περιετμήθην· ἰδοὺ πάλιν διὰ τὰ ἔθνη βαπτίζομαι, καὶ οὕτως πᾶσα δικαιοσύνη τοῖς ἐμοῖς νόμοις ὁμοῦ καὶ τοῖς ἔργοις σφραγίζεται.» 18 Αὕτη μὲν οὖν ἦν καὶ τοιαύτη τῶν παρὰ τοῦ Λόγου καὶ θεοῦ ἐμφωνηθέντων ἡ δύναμις· αὐτὸς δὲ τῇ διακονίᾳ τοῦ μυστη ρίου θαρρήσας καὶ τῇ θεωρίᾳ τῆς περιστερᾶς γεγονὼς ὑψηλό τερος καὶ τῇ φωνῇ τοῦ πατρὸς ἔτι μᾶλλον λαμπροτέραν τὴν παρρησίαν κτησάμενος, καὶ κατὰ τυράννων τὴν γλῶσσαν ἐκίνει καὶ παρανομοῦντα τὸν Ἡρῴδην ἤλεγχεν, καὶ πρὸς τὸν βασιλέα φωνῇ μεγάλῃ φθέγγεται· «Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου.» Εἰ μὴ τὸν νόμον φυλάττεις, οὐ δυνήσει τὸ σκῆπτρον ἔχειν. Εἰ τὴν ἐντολὴν παραβαίνεις, τὴν πορφύραν ἀπόδυσαι. Εἰ τοῦ θεοῦ καταφρονεῖς, τοῦ θρόνου οὗ ἔλαβες παρ' αὐτοῦ κατάβηθι. Μὴ ἐπαίρου τοῖς ὅπλοις», φησίν· «οἱ γὰρ νόμοι τὸν βασιλέα φυλάττουσιν. Μὴ ἀμέλει τῆς ἀρετῆς· εὐπρεπεστέρα γὰρ ὑπάρχει τοῦ χρυσολίθου βήματος. «Οὐκ ἔξ εστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου.» 19 «Φεῖσαι τῆς τοῦ γένους διαδοχῆς», φησίν. «Μὴ διαφθεί ρῃς τὴν τάξιν τοῦ βασιλικοῦ σπέρματος. Τίνος, εἰπέ, βούλει καλεῖσθαι τὸν ἐξ Ἡρῳδιάδος παρὰ σοῦ μοιχευομένης τικτό μενον, τοῦ προτέρου νυμφίου ἢ τοῦ δευτέρου μοιχοῦ, τοῦ νομίμως τὴν κοίτην ἀναβάντος ἢ μᾶλλον τοῦ ταύτην παρανόμως ἁρπά σαντος; Φιλίππου καλέσομεν υἱὸν τὸν ἐξ αὐτῆς τικτόμενον; Ἀλλότριος αὐτοῦ ὁ τεχθείς.

About this text

Hesychius of Jerusalem, In conceptionem venerabilis praecursoris (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s In conceptionem venerabilis praecursoris — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.