In conceptionem venerabilis praecursoris · §u02-open

In conceptionem venerabilis praecursoris Unit 2 opening

Unit 2.

Lemma-led open — ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.

Greek

Ἡρῴδου τοίνυν ἔκγονον θέλεις ὀνομάζεσθαι; Ἀλλὰ γὰρ ὁ ἀγρὸς οὐκ ἔστι σός, ἀλλότριον τὸ παρὰ σοῦ παρανόμως σπειρόμενον γεώργιον.» Οὐ μὴν ὁ τύραννος τῆς συμβουλῆς ἀνέχεται, ἀλλὰ μισθὸν τὰ δεσμὰ τῷ διδασκάλῳ δίδωσιν. Καὶ τῇ φυλακῇ τὸν βαπτιστὴν παρέπεμψε καὶ τὸν φόνον ὤδινεν. Τὸ ξίφος ὠθῆσαι ἐβούλετο καὶ ἐμελέτα τὴν σφα γὴν καὶ τὸν λαὸν αἰσχυνόμενος ἀνεβάλλετο. Καιρὸν τοίνυν ὡς εἰκὸς ἐζήτει τοῦ παρανόμου δράματος καὶ τῆς ἀκαίρου τομῆς ἡμέραν εὔκαιρον ἐφαντάζετο. 20 Γενεσίοις δὲ γενομένοις Ἡρῴδου τοῦ τεχθῆναι εἰς τὸν κόσμον μηδαμῶς ὀφείλοντος μηδὲ προελθεῖν εἰς τὸ κοινὸν τῆς πολιτείας τοῦτο τῆς ἀνθρωπίνης στάδιον, μηδὲ τῶν στοιχείων ἀπολαῦσαι, μὴ τῆς κτίσεως εὐποιεῖσθαι, μὴ τῇ ἀσελγείᾳ κε χρῆσθαι τὴν σελήνην, μεταναλῶσαι τὸν ἥλιον, ὑβρίσαι τῶν ἄσ τρων τὸν δρόμον, διαβάλαι τὰ τῆς ἡμέρας μέτρα καὶ τῆς νυκτὸς τὰ τέρματα· οὐδὲ γὰρ τὴν ἡμέραν παρανομῶν ᾐσχύνετο, ἀσελ γαίνων τῆς νυκτὸς οὐκ ἐφείδετο, οὐκ ἐνετρέπετο τὸν ἡλιακὸν δρόμον, τὰ τοῦ ποιητοῦ παρερχόμενος ὅρια· γενεσίοις δὲ 5 ὅμως ἀγομένοις τοῦ βλάψαντος τὰ γένη καὶ τὴν βασιλικὴν ἐξυβρί σαντος γέννησιν, «ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος εἰς τὸ μέσον καὶ ἤρεσε τῷ Ἡρῴδῃ· ὅθεν μεθ' ὅρκου ὤμοσεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· «∆ός μοι», φησίν, «ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» Καὶ ἐλυπήθη ὁ βασιλεύς· διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, ἐκέλευσε δοθῆναι καὶ πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ. Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ· καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα καὶ ἔθαψαν, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.» 21 Φεῦ, κακῶν ὅσων αἱ γυναῖκες τὸν βίον τοῖς ἀνθρώποις ἐπλήρωσαν, ὅσας ἀκάνθας ἡμῖν ἔσπειραν καὶ τριβόλους ἐγεώρ γησαν. Γυνὴ τῷ πρωτοπλάστῳ τὸν παράδεισον ἔκλεισεν, γυναῖκες τὸν κατακλυσμὸν τῷ γένει τῶν γιγάντων ἐπήγαγον· «Ἰδόντες γάρ», φησίν, «οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν», εἰσῆλθον πρὸς αὐτὰς καὶ ὠργίσθη θυμῷ ὁ κύ ριος καὶ εἶπεν· «Μεταμεμέλημαι ὅτι ἐποίησα τὸν ἄνθρωπον καὶ ἐξαλείψω πᾶν τὸ ἀνάστημα ἀπὸ προσώπου τῆς γῆς.» Γυνὴ τὸν μέγαν πατριάρχην τὸν Ἰωσὴφ ἐπείρασεν, καὶ δεσμοῖς ὁμιλῆσαι τὸν προφήτην πεποίηκεν, καὶ τὸν θεοφόρον παρεσκεύασεν ὡς μοιχὸν ἐν τῇ φυλακῇ καθέζεσθαι, ὡς φθορέα βαρὺν κλοιὸν ἐν τῷ τραχήλῳ περιφέρειν. Γυνὴ τὸν Σαμψὼν αἰχμάλωτον τοῖς ἀλλοφύλοις παρέδωκεν. Γυνὴ τὸν Ἠλίαν δραπέτην τῆς γῆς ὅλης τοῦ Ἰσραὴλ γενέσθαι ἠνάγκασεν. 22 Γυνὴ νῦν ὀρχεῖται καὶ τυφλοῖ τὸ συμπόσιον καὶ καροῖ τῇ παρανόμῳ θεωρίᾳ τὸν τύραννον. Ἦν γὰρ αὐτῇ πλοκὴ τρι χῶν τοὺς νέους σαγηνεύουσα, ὀφθαλμῶν ὑπογραφὴ τοὺς ὁρῶν τας ὑποσκελίζουσα. Φυκίαν ταῖς ἀρεταῖς

About this text

Hesychius of Jerusalem, In conceptionem venerabilis praecursoris (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s In conceptionem venerabilis praecursoris — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.