In conceptionem venerabilis praecursoris · §u02-rem-close

Unit 2 rem close

Rem CLOSEOUT: Unit 2 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

ὅρκους ὑποκρίνεται καὶ τὸν δήμιον διακονῆσαι πέμπει τῷ τῆς κόρης προστάγματι. 28 Καὶ οὕτως ἡ τοῦ βαπτιστοῦ κεφαλὴ ἐπὶ πίνακι φέρεται, τῶν προφητῶν τὸ κάλλος, ἡ παρρησία τοῦ λόγου, τῆς μετανοίας ἡ χάρις, ὁ πολυμερὴς αὐλός, ἡ σάλπιγξ ἡ θεόφθογγος, γλῶττα ἡ τὰς νεφέλας κινοῦσα, ὀφθαλμοὶ οἱ τὰ ἀθεώρητα βλέποντες, ὦτα καθαρῶς ἀκροώμενα τὰ τοῦ θεοῦ μυστήρια, κεφαλὴ τὴν πάντων κεφαλὴν ψηλαφήσασα· καὶ ἥν, ὡς ἐδόθη τῷ κορασίῳ, ἀμνοῦ θυσίαν ἐβάστασε πάρδαλις, βασιλικοῦ λέοντος κεφαλὴν περιέφερε λύκαινα. Καὶ ἤνεγκε τῇ μητρὶ τὸν κατήγορον τὸν οὐδὲ μετὰ θάνατον τῶν ἐλέγχων παυσάμενον, οὐδὲ μετὰ τὴν σφαγὴν τῆς παρρησίας ἀφέμενον. Ἀλλ' ὁ προφήτης κεκοίμηται, καὶ ὁ λόγος πανταχοῦ διαδέδοται· ἡ σάλπιγξ ἐπαύσατο, καὶ γέμει τῶν ἐξ αὐτῆς ἤχων τῆς οἰκουμένης τὰ θέατρα· ἡ γλῶττα εἰς γῆν, οἱ δὲ ἐξ αὐτῆς φθόγγοι τὰς φυλὰς ἐπλήρωσαν· τὰ ἔθνη κατεκτύπησε, βροντῶν ἰσχυροτέρα καθ' ἑκάστην ἠχοῦσα γενεάν· ἀπ' ἐκείνης γὰρ 7 ἀρξάμενοι τὸ «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» εἰς πᾶσαν τὴν γῆν διεπόρθμευσαν. Σὺ δὲ μηδαμῶς ἐκ μιᾶς γυναικὸς ὅλου τοῦ κόσμου κατάτρεχε μηδέ, σκεύους ἑνὸς ῥυπαροῦ τινος ὄντος νῦν ἕνεκα, ὅλην τὴν τοῦ ποιητοῦ κεραμικὴν κατάβαλλε. 29 Εἰ γὰρ καὶ γυνὴ τὸν παράδεισον ἔκλεισεν, ἀλλὰ γυνὴ πάλιν τὸν νυμφῶνα τῆς βασιλείας ἀνέῳξεν. Γυναῖκες τὸν κατακλυσμὸν τῷ γένει τῶν γιγάντων ἐπήγαγον, ἀλλὰ γυναῖκες τὸ βασιλικὸν βῆμα τῷ χορῷ τῶν ἀποστόλων ἀνέῳξαν. Γυνὴ τὸν Ἰωσὴφ ἐπείρασεν, ἀλλὰ γυνὴ τὸν Ἐλισαῖον ἔθρεψεν. Γυνὴ τὸν Σαμψὼν ἔδησεν, ἀλλὰ γυνὴ τὸν Βαρὰκ ἐστρατήγησεν. Γυνὴ φυγάδα τὸν Ἠλίαν εἰς τὴν ἔρημον ἔπεμψεν, ἀλλὰ γυνὴ τὸν αὐτὸν ἐσίτησεν ὑπὸ λιμοῦ τρυχόμενον. Γυνὴ τὸν Πέτρον ἐσκέλισε, καὶ γυνὴ προστάτις τοῦ Παύλου ἐγένετο, καθὼς αὐτὸς σεμνύνεται. Ἆρα μὴ κάμνειν δοκεῖς τὸν λόγον γυναικὶ συνηγορεῖν ἐθέλοντα; Ὁ δὲ οὐ κάμνει, ποδὶ δὲ συντόμῳ τὰ βραβεῖα κομίζεται. Γυνὴ τὸν λυτρωτὴν τὸν ἡμέτερον ὤδινεν. Αὕτη τὸν τοῦ γένους δημιουργὸν ἔτεκε καὶ ἐθήλασεν, αὕτη τὸν τροφέα τῆς κτίσεως ἐπότισεν, τὸν πηγᾶς τῇ κτίσει σχεδιάσαντα, ἐν ἀγκάλαις ἐβάστασεν «τὸν σπιθαμῇ τὸν οὐρανὸν μετρήσαντα καὶ τὴν γῆν δρακί», τὸν κανονίσαντα καὶ σφραγίσαντα τῇ παλάμῃ τὴν θάλασσαν· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 8

About this text

Hesychius of Jerusalem, In conceptionem venerabilis praecursoris (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s In conceptionem venerabilis praecursoris — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.