Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; reading with the letter.
Greek
25 «∆ός μοι τοίνυν τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» «∆ός»· εἰ γὰρ σὺ μὴ δώσεις, ἡμεῖς λαβεῖν οὐ χρῄζομεν· αὐ τομολήσει δὲ πρὸς τὸν φόνον ὁ δήμιος παρ' ἡμῶν ἐπιτραπείς. ∆οῦλόν σε πάντες τῆς μοιχαλίδος, αἰχμάλωτον τῆς ὀρχηστρίδος ἴσασιν. Μαρτυρεῖ τούτοις ἡ στιβάς, μαρτυρεῖ τὸ συμπόσιον, ὁ οἶνος, ἡ μέθη, τῶν ὅρκων ἡ συνθήκη, ἡ ἀχαλίνωτος τοῦ βασιλέως ὑπόσχεσις. «∆ός μοι τοίνυν ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάν νου τοῦ βαπτιστοῦ»· διψῶ γὰρ αὐτοῦ τὸ αἷμα πιεῖν καὶ τὰ μέλη μασήσασθαι, ἰδεῖν μετὰ τῶν βασιλικῶν ὄψων τὴν κεφαλὴν τοῦ λοιδοροῦντος τὰ βασίλεια. Σπαίρουσαν ταύτην χρή με τῇ μητρὶ προσαγαγεῖν ἀπὸ τῆς τραπέζης τῆς βασιλικῆς ξένιον, ἐπειδὴ ταύτην τοῦ δείπνου μερίδα ἀπὸ τῶν σῶν γενεσίων Ἡρῳδιὰς ἐκδέχεται.» Καὶ ταῦτα μὲν ἡ κόρη. 26 «Λυπηθεὶς δὲ ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, ἐκέλευσε δοθῆναι.» Μὴ ἀποδέξει τοῦ Ἡρῴδου τὴν λύπην; Μηδὲ συγγνώμης ἀξιώσεις τὸν τύραννον; Ἐξῆν γὰρ εἴπερ ἐβούλετο τὴν ὀρχηστρίδα τροπώσασθαι. Ἐξῆν εἰ ἠθέλει τὸν ὅρκον παραιτήσασθαι. Τί γάρ; Εἰ τοὺς ὀφθαλμοὺς ἔτυχεν Ἡρῳδιὰς ἀπαιτοῦσα τὸν τύραννον, ἆρα τυφλὸς ἔμελλεν ὁ βασιλεὺς εἰς τὸν θρόνον καθέζεσθαι; Τί δέ; Εἰ κολοβῶσαι τὸ οὖς καὶ τὰς ῥῖνας ἀποτεμεῖν ἐβούλετο, ἆρα ἐγένετο τέρας ἐξαπίνης ὁ τύραννος; Καὶ τί πάλιν; Εἰ τὰς χεῖρας ἀποτεμεῖν ἐπέταττεν, ἆρα τῶν δακτύλων καὶ τὸ σκῆπτρον ἐξέπιπτεν; Οὐδαμῶς. 27 Ἀλλὰ πρὸς τὴν κόρην ὥσπερ ἦν εἰκὸς λέγειν· «Ὤμοσα παρασχεῖν ὅπερ αἰτήσεις ἐμόν· ᾤμην γὰρ νυμφικοὺς μαργαρίτας ἐκδέχεσθαι, ἢ ὡς ὅτι ἀγρὸν αἰτήσεις μυριόφυτον, ἢ ποθήσεις πόλιν ἥνπερ ἔχω τῆς βασιλείας μου ἐξαίρετον. Νῦν δὲ ἐμὸν οὐδὲν αἰτεῖς, ἐπιζητεῖς δὲ ὃ παρασχεῖν οὐ δύναμαι, προφήτου κεφαλὴν ἐπιζητεῖς. Καὶ πῶς σοι παρασχεῖν ὁ βασιλεὺς τὰ τοῦ ποιητοῦ δύναται; Εἰ τὸν οὐρανὸν ᾔτησας, μὴ τοῖς ὅρκοις ὁ βασιλεὺς ὑπεύθυνος, ἢ τὴν γῆν ἢ τὴν θάλασσαν; Οὐδαμῶς· οὐ γὰρ ἐν ἐμοὶ δοῦναι τὰ ὑπὲρ ἐμέ, ἃ τῆς ἐμῆς ἐξουσίας οὐχ ὑπάρχει καὶ ταῖς ἐμαῖς χερσὶν ὑπέρκειται». Τούτων οὐδὲν ὁ Ἡρῴδης φθέγγεται, ἀλλὰ λυπεῖται μέν· τὸ συνειδὸς γὰρ αὐτὸν ἐκέντα. Ὁ νόμος δὲ ἔνδοθεν ὁ φυσικὸς ἐτάραττεν. Ἠγωνία πρὸς τούτοις τὸν ὄχλον καὶ τὸ πλῆθος πεφόβητο· πολλῶν γὰρ ἕνεκεν ἔχοντες ὑπῆρχον τὸν βαπτιστὴν ἐν θαύματι. Ἀλλ' ὅμως, ἐπειδὴ τὸν φόνον ὤδινε καὶ τὴν σφαγὴν ἐδίψη καὶ τὸν τοῦ προφήτου θάνατον οἰκείαν ἐλευθερίαν ἐνόμιζεν, δυσωπηθεὶς τοὺς
About this text
Hesychius of Jerusalem, In conceptionem venerabilis praecursoris (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s In conceptionem venerabilis praecursoris — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.