In Lazarum et in ramos palmarum · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

∆αυίδ.» 6 Ἀναλάβωμεν πάλιν τὴν φωνὴν τὴν προτέραν καὶ ὥσπερ μασθὸν προφητικὸν ἐκπιάσωμεν· ἔτι γὰρ ἔχει γάλακτος καὶ θεωρίας ἀγαθά. Φησὶ γάρ· «Χαῖρε σφόδρα, θύγατερ Σιών· κή ρυττε, θύγατερ Ἰερουσαλήμ.» Καὶ τίνος ἕνεκεν «θύγατερ Σιὼν» καὶ οὐ Σιών, καὶ «θύγατερ Ἰερουσαλὴμ» καὶ οὐκ Ἰερουσαλήμ; Πρόσεχε συνετῶς, παρακαλῶ. Ὥσπερ γὰρ τὰ ὀνόματα τῶν βοτανῶν καὶ τῶν πετεινῶν καὶ τῶν τετραπόδων καὶ τῶν ἀνθρώπων κατὰ τὴν διαφορὰν τῆς μορφῆς καὶ τῆς δυνάμεως οὕτω καὶ τὰ ὀνόματα κέκτηται, οὕτως ἑκάστη κεραία τῶν θείων λογίων ἰδίαν δύναμιν καὶ θεωρίαν κέκτηται. Οὐκοῦν ἐρευνήσωμεν τί δήποτε τὴν νῦν πιστὴν Ἰερουσαλὴμ πρῶτον καλεῖ ὁ προφήτης «θυγα τέρα Σιών», ἔπειτα «θυγατέρα Ἰερουσαλήμ». Φησὶ γάρ· «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυττε, θύγατερ Ἰερουσα λήμ.» Σιὼν ἑρμηνεύεται «διψῶσα»· ἔστι δὲ αὕτη ἡ συναγωγὴ τῶν δικαίων καὶ προφητῶν, τῶν ἀπ' αἰῶνος μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας διψησάντων ἑνωθῆναι καὶ εὐαρεστῆσαι τῇ θείᾳ καὶ προσκυνητῇ οὐσίᾳ τῆς θεότητος, καθώς φησιν ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος· «Ἵνα γένωνται θείας κοινωνοὶ φύσεως.» Οὗτοι, ζητοῦντες τὸν κύριον καὶ διψῶντες, ἐκλήθησαν Σιών, καθὼς εἷς ἐξ αὐτῶν ἔλεγεν· «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα·» 7 Ὅταν δὲ ἐπέτυχον καὶ ἤγγισαν, μᾶλλον δὲ ὤφθησαν καὶ ἐθεώρησαν τὸ πρόσωπον αὐτοῦ· οὕτω γὰρ λέγει ἑτέρα ἔκδοσις· ἐγένοντο Ἰερουσαλὴμ, «ὁρῶντες θεὸν καὶ σκοπευτήριον πάσης γνώσεως». Θυγατέρα δὲ ταύτης τῆς Σιὼν καλεῖ τοὺς ἐν κυ ρίῳ πιστούς, τοὺς διὰ τῆς πίστεως διψῶντας καὶ διὰ τῆς ἐργα σίας τῶν ἐντολῶν τοῦ εὐαγγελίου ζητοῦντας εὑρεῖν τὸν κύριον, τὸν ἐν αὐτοῖς κεκρυμμένον, καθώς φησι τὸ ἅγιον Πνεῦμα· «Αὕτη ἡ γενεὰ ζητούντων τὸν κύριον, ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ.» Καὶ ὅταν ἐπιτύχωσιν, καλοῦνται θυγάτηρ τῆς προ ειρημένης Ἰερουσαλήμ, θεωροῦντες τὸν θεὸν καὶ σκοποῦντες τὴν πνευματικὴν γνῶσιν. Παρακαλῶν δὲ ὁ προφήτης διὰ τοῦ πνεύματος τὸν θεὸν ἀναδεῖξαι τὴν τοιαύτην Σιὼν καὶ Ἰερουσαλήμ, φησί· «Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς.» Οὐκοῦν μετὰ ταύτης τῆς μητρός σου Σιών, «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυττε, θύγατερ Ἰερουσαλήμ», ἐπουρανίως μετὰ τῆς μητρός σου βοῶσα· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλο γημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.» 8 Καὶ τί φησι τὸ εὐαγγέλιον; «Ὅτε ἤγγισαν εἰς Ἰερουσαλὴμ καὶ ἦλθον εἰς Βηθφαγή». Ἵνα γὰρ φάγωσιν αὐτὸν οἱ πιστοί, ἤρχετο ἐν τῷ ὑπερῴῳ, «πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν», ὅ ἐστιν ἐκ τοῦ λαοῦ πιστὴ ἐκκλησία. «Τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο τῶν μαθητῶν» αὐτοῦ, οἵτινές εἰσι δύο χοροὶ τῶν προφητῶν καὶ ἀποστόλων· μαθητεύοντες γὰρ τὰ ἔθνη οἱ ἀπόστολοι εἶχον μεθ' ἑαυτῶν τὰ θεόπνευστα τῶν 3 προφητῶν λόγια, τὰ μαρτυροῦντα τῷ Χριστῷ, ὃν τρόπον ἐθεώρησεν αὐτοὺς Ἰεζεκιὴλ ὁ μέγας ἐν προφήταις· «Τροχός», φησίν, «ἐν τροχῷ», πετόμενος καὶ τρέ χων. Λέγοντος πρὸς αὐτοὺς τοῦ Ἰησοῦ· «Πορευθέντες εἰς τὴν κατέναντι κώμην»· ἀπέστειλεν γὰρ αὐτοὺς εἰς πᾶσαν τὴν οἰκου μένην τῶν ἐθνῶν, ὅτι ἐναντίοι ἦσαν τέως τῆς ἐκ τοῦ λαοῦ πιστῆς ἐκκλησίας. Καιρῷ γὰρ εὐθέτῳ ἀπέστειλεν αὐτοὺς «εἰς τὴν κατέ ναντι κώμην» τῶν ἐθνῶν· ἑτοίμη γὰρ ἦν δέξασθαι τοὺς προει ρημένους δύο χοροὺς τῶν ἀποστόλων καὶ προφητῶν. «Καὶ ἀγαγεῖν πρὸς αὐτὸν τὸν πῶλον», οἵτινές εἰσι τὰ ἔθνη, τοῦ ἐπιβῆναι καὶ βασιλεῦσαι ἐπ' αὐτά, καθώς φησιν ὁ ψαλμῳδός· «Ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, κύριος κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ». «Ἐφ' ᾧ οὐδείς ποτε ἀνθρώπων κεκάθικεν»· οὐδὲ γὰρ θεὸν εἶ χον ἐπιβαίνοντα καὶ βασιλεύοντα ἐπ' αὐτά, οὐδὲ νόμον οὐδὲ προ φήτας. «Λύσαντες αὐτόν», φησίν, «ἀγάγετέ μοι»· ἔλυσαν γὰρ τὰ ἔθνη οἱ ἀπόστολοι ἀπὸ τῆς σκοτίας, τουτέστι τῆς τοῦ θεοῦ ἀγνωσίας, ἀπὸ τῆς πλάνης, ἀπὸ τῆς ἁμαρτίας, ἀπὸ τῆς δουλείας τοῦ ἀλλοτρίου, ἀπὸ «τῆς ἐξουσίας τοῦ σκότους», «τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου». Καὶ ἤγαγον πρὸς τὸν κτίστην καὶ δημιουργὸν αὐτῶν κύριον. 9 Καὶ ἰδοὺ κάθηται ἐπ' αὐτὰ καὶ βασιλεύει ὡς ἐπὶ τῶν χερου βίμ, κράζοντα καὶ λέγοντα· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημέ νος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις»· οὕτω γάρ φησιν ὁ Λουκᾶς. «Εἰρήνη ἐν τῷ οὐρανῷ», τίνος ἕνεκεν λέγει; Οὐκ εἶχον οἱ ἄγγελοι εἰρήνην ἐν τῷ οὐρανῷ; Ναί, καὶ πάνυ εἶχον ἐν ἑαυτοῖς τὴν εἰρήνην, «εἰρήνην τὴν ὑπερ έχουσαν πάντα νοῦν», καθώς φησιν ὁ σοφώτατος Παῦλος. Εἶχον εἰρήνην ἐν οὐρανῷ, ἀλλὰ μετὰ τῶν ἀνθρώπων οὐκ εἶχον· ὁ οὐ ρανὸς εἰρήνην λοιπὸν εἶχε καθ' ἑαυτόν. Ὅταν δὲ εἶδον οἱ

About this text

Hesychius of Jerusalem, In Lazarum et in ramos palmarum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s In Lazarum et in ramos palmarum — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.