Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
ἄγγελοι πᾶσαν τὴν ἀνθρωπότητα ἐγειρομένην διὰ τοῦ σημείου τοῦ Λαζάρου, καὶ τὰ ἔθνη λυόμενα δίκην τοῦ πώλου καὶ ἐρχόμενα εἰς τὸ βασι λεύεσθαι ὑπὸ τοῦ δημιουργοῦ αὐτῶν, τότε εἰρηνεύθη καὶ ὁ οὐ ρανὸς μετὰ τῶν ἀνθρώπων, καὶ ὁμοθυμαδὸν ἔκραζον καὶ ἔλεγον· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις». «Καὶ ἐπέθηκαν ἐπάνω τοῦ πώλου τὰ ἱμά τια», ἅτινα σημαίνουσι τὴν χάριν τὴν παρ' αὐτοῦ δοθεῖσαν αὐ τοῖς ἐν τοῖς ἔθνεσιν καὶ δι' αὐτῆς «ἐπεβίβασαν τὸν Ἰησοῦν ἐπ' αὐτά»· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ διὰ τὰς ἰδίας ἀρετάς, καθὼς σημαίνει ὁ εὐαγγελιστὴς λέγων· «Ἄλλοι δὲ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.» Εἰς τοῦτο δὲ τὰς ἰδίας ἀρετάς, ἃς συνέ ζευξαν τῇ χάριτι, αἰνίττεται, ὡς φανερῶς λέγει ὁ θεσπέσιος Παῦ λος· «∆ικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ τὴν προσ αγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾗ ἑστή καμεν, καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ θεοῦ.» Ἕως ὧδε τὰ τῆς χάριτος. «Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν ἡμῶν εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ κατ αισχύνει, ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν.» Τὸ δὲ «ἐν τῇ γῇ ὑπεστρώννυον», ὅτι σωματικῶς καὶ φανερῶς καὶ αἰσθητῶς ἐθεωροῦντο αἱ ἀρεταὶ αὐτῶν ἐνώπιον τῶν ἐθνῶν, καθὼς καὶ ἐν ἑτέρῳ τόπῳ φησὶ πρὸς ταῦτα λέγων ὁ ἀπόστολος· «Οἷα εἴδετε ἐν ἐμοὶ καὶ ἠκούσατε καὶ παρελάβετε, ταῦτα πράξατε.» Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανίωμεν. 10 «Οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον», μετὰ αἴνων καὶ κλάδων ἐλαιῶν [καὶ βαΐων], οἵτινες σημαίνουσι τὴν πρακτικὴν ἐργασίαν τοῦ ἔξω ἀνθρώπου, καὶ βαΐων φοινίκων, οἵτινες μηνύουσι τὴν πνευματικὴν [καὶ πρακ τικὴν] καὶ γνωστικὴν καὶ καθαρὰν τοῦ ἔσω ἀνθρώπου ἐργασίαν. «Ἔκραζον λέγοντες· Ὠσαννὰ ἐν τοῖς ὑψίστοις». Ἐν ἀληθείᾳ γὰρ πάντες οἱ ὄχλοι τῶν δικαίων καὶ προφητῶν καὶ ἱερέων, οἵτινές εἰσιν οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες, πίστει 4 κράζουσι καὶ λέγουσιν· «Ὠσαννὰ τῷ υἱῷ ∆αυίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· Ὠσαννὰ ἐν τοῖς ὑψίστοις.» Ὡς ὁ εὐαγγελιστής φησιν· «Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Εἴπατε τῇ θυγατρὶ Σιών.» Τίσι λέγεις «Εἴπατε», ὦ προφῆτα; Ἰδοὺ σὺ κηρύττεις, ἰδοὺ σὺ λέγεις. Ἐγώ, φησίν, ἐπεθύμουν ἰδεῖν καὶ ἀκοῦσαι, οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πολλοὶ προφῆται καὶ δίκαιοι. Ἀλλὰ καὶ τοῖς εὑρισκομένοις καὶ μαθητευομένοις, θεωροῦντας καὶ ἀκούοντας τοῦ βασιλέως Σιὼν λέγω, ἵνα εἴπωσιν καὶ κηρύξωσιν· «Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι.» Καὶ οὐκ εἶπε ψιλῶς «ἔρχεται», ἀλλ' «ἔρχεταί σοι», τουτέστι σοῦ γενέσθαι καὶ ἐν σοὶ οἰκῆσαι. «Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι, δίκαιος καὶ σῴζων», σῴζων ἀπὸ τῆς δουλείας τοῦ ἐχθροῦ τοὺς πιστεύοντας ἐπ' αὐτόν. 11 «Πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ πῶλον, υἱὸν ὑποζυγίου», τουτέστι ταπεινόφρων καὶ ἐν τῇ ταπεινοφροσύνῃ αὐτοῦ «ἐξολοθρεύων τὰ ἅρματα τῆς βασιλείας Ἐφραΐμ», τουτέστι τοῦ διαβόλου ὃς ἐβασίλευσεν ἐπὶ τὸν Ἰσραὴλ καὶ ἐπὶ τὰ ἔθνη. Ἐξωλόθρευσε δὲ καὶ κατὰ τὸ γράμμα καὶ τὴν βασιλείαν τοῦ λαοῦ τῶν Ἰουδαίων· μέχρι γὰρ τοῦ Χριστοῦ ἦλθεν τὸ χρῖσμα καὶ ἡ βασιλεία τῶν Ἰουδαίων, καὶ ἐπαύθη. «Καὶ ἵππον», φησίν, «ἐξ Ἰερουσαλήμ», τουτέστι πᾶσαν τὴν ὑπερηφανίαν τῆς αὐτῶν ἀρχῆς, διὰ τοῦ ταπεινοῦ αὐτοῦ πώλου. Ὁ δὲ πατριάρχης Ἰακώβ, εὐλογῶν τὸν Ἰούδαν καὶ ἐκφαίνων τὴν εὐλογίαν τὴν πρὸς τοὺς πατέρας αὐτοῦ Ἀβραὰμ καὶ Ἰσαάκ, ἥτις ἐστὶν ὁ Χριστός, λέγει· «∆εσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ». Πρὸς γὰρ τὴν ἄμπελον τὴν μεταστᾶσαν ἐξ Αἰγύπτου, τὴν πληρώσασαν πᾶσαν τὴν γῆν ἀπὸ τῆς διδαχῆς τῶν προφητῶν αὐτῆς καὶ δικαίων, ἐδέσμευσε τὰ ἀκάθαρτα ἔθνη· ὁ γὰρ πῶλος ἀκάθαρτός ἐστιν ἐν τῷ νόμῳ, οὕτω καὶ τὰ ἔθνη. «∆εσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ.» ∆ιὰ τί; Ἵνα δέξωνται παρ' αὐτῆς τὸν νόμον καὶ τοὺς προφήτας καὶ τὴν ἐν αὐτοῖς θεογνωσίαν, τουτέστι τὸν Χριστόν, ὅς ἐστιν εὐλογία τῶν ἐθνῶν καὶ κάθαρσις. Φησὶ γάρ· «Καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ», ἕλικι τουτέστι τὸ βλάστημα τὸ ἐξ ἀμπέλου, ὅς ἐστιν ὁ Χριστός, ἐξ ἀμπέλου τῆς συναγωγῆς τῆς ἐξ Αἰγύπτου βλαστήσας, καθὼς αὐτὸς ὁ Ἰακώβ φησι πρὸς αὐτόν· «Ἐκ βλαστοῦ,
About this text
Hesychius of Jerusalem, In Lazarum et in ramos palmarum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s In Lazarum et in ramos palmarum — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.