In Lazarum et in ramos palmarum · §u02-open

In Lazarum et in ramos palmarum Unit 2 opening

Unit 2.

Lemma-led open — Ὠσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου

Greek

υἱέ μου, ἀνέβης.» Καὶ ἐδεσμεύθησαν τὰ ἔθνη ἐν αὐτῷ ἀλύτως. 12 Οὐκοῦν δεσμευθῶμεν καὶ ἡμεῖς εἰς τὸν Χριστὸν ἀλύτως. Ἐὰν ὅλως ἀγωνιζώμεθα τοῦ σωθῆναι καὶ ὠφεληθῆναι ἀπὸ τῶν ἑορτῶν αὐτοῦ, καὶ αὐτὸς συνεγερεῖ ἡμᾶς τῷ Λαζάρῳ ἀπὸ τῶν νεκρῶν ἡμῶν ἔργων, τῶν χωρὶς αὐτοῦ γενομένων. Οὕτω συνδειπνῶμεν αὐτῷ ἐν τῇ Βηθανίᾳ, ἥτις ἑρμηνεύεται οἶκος τῆς ὑπακοῆς, οὕτως ἁρμοδίως συνάγωμεν τοὺς λογισμοὺς ἡμῶν ἀπὸ τῆς αἰχμαλωσίας τῆς λήθης μετὰ τῶν αἰσθητηρίων τοῦ σώματος, κράζοντες καὶ λέγοντες· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου», εἰσελθεῖν εἰς τὴν ἑαυτοῦ Ἰερουσαλήμ, οὐ διὰ τὸ παθεῖν ὥσπερ τότε, ἀλλ' ἵνα σώσῃ αὐτὴν καὶ δοξασθῇ ὑπ' αὐτῆς, καθὼς προσφωνεῖ αὐτῇ ∆αυὶδ λέγων· «Ἐπαίνει, Ἰερουσαλήμ, τὸν κύριον· αἴνει τὸν θεόν σου, Σιών.» ∆εύτερον εἶπεν: «ἐπαίνει» καὶ «αἴνει» ψυχῇ καὶ σώματι, «ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου», οἵτινές εἰσι πίστις, ἐλπίς, ἀγάπη,

About this text

Hesychius of Jerusalem, In Lazarum et in ramos palmarum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s In Lazarum et in ramos palmarum — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.