In Lazarum et in ramos palmarum · §u02-rem-close

Unit 2 rem close

Rem CLOSEOUT: Unit 2 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

πάντων τῶν πωλούντων ἐν ἡμῖν καὶ ἀγοραζόντων, καὶ ἀντὶ σπηλαίου λῃστῶν ποιήσῃ ἡμᾶς, κατὰ τὸ ἀρχαῖον ἱερόν, ναὸν ἅγιον ἐν ᾧ οἰκεῖ καὶ περιπατεῖ Χριστός, ἵνα τοῖς τυφλοῖς ἡμῶν φῶς χαρίσηται, καὶ τοὺς κωφοὺς ποιήσῃ ἀκοῦσαι καὶ τοὺς χωλοὺς περιπατῆσαι, καὶ τοὺς νεκροὺς μετὰ Λαζάρου ἐγείρῃ–ὅπου γὰρ οἰκεῖ ζωή, ἐκεῖ ἀνάστασίς ἐστιν–, ἵνα μετὰ Λαζάρου καὶ τῶν ὄχλων καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ μετὰ νηπίων καὶ θηλαζόντων, καὶ μετὰ τῶν ἁγίων ἀγγέλων κράξωμεν βοῶντες· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου», Χριστὸς κύριος καὶ θεός, ὁ «βασιλεὺς τῶν αἰώνων»· αὐτῷ δόξα, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 6

About this text

Hesychius of Jerusalem, In Lazarum et in ramos palmarum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s In Lazarum et in ramos palmarum — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.