Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; reading with the letter.
Greek
ἐργασίαν, ὡς τὰ τῶν φοινίκων βάϊα, καὶ ἀκολουθήσωμεν εὐχαριστοῦντες αὐτῷ· καὶ ἀντὶ μὲν τῆς ἀσπρότητος τὴν ὀρθὴν καὶ ἀμίαντον καὶ ἁπλῆν πίστιν· ἀντὶ δὲ τῆς ὀξύτητος τὴν ὑπομονητικὴν ἐλπίδα, τὴν κεντῶσαν καὶ σφάζουσαν πάντα λογισμὸν ἐπαιρόμενον αἰχμαλωτεῦσαι ἡμᾶς ἀπὸ τῆς γνώσεως τοῦ θεοῦ· καὶ ἀντὶ τῆς γλυκύτητος τοῦ φοίνικος τὴν γλυκεῖαν ἀγάπην, τὴν συνισταμένην ἐκ τῶν προρρηθέντων πίστεως καὶ ἐλπίδος καὶ τῶν λοιπῶν, ἵνα πληρωθῇ ἐν ἡμῖν τὸ ῥηθέν· «∆ίκαιος ὡς φοῖνιξ ἀνθήσει· ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.» Ἀκολουθήσωμεν αὐτῷ εἰς τὴν ἁγίαν πόλιν, εἰσέλθωμεν μετ' αὐτοῦ εἰς τὸ ἱερόν, ἵνα τὰς τραπέζας τῶν ἐν ἡμῖν κολλυβιστῶν καταστρέψῃ, καὶ τοὺς δαίμονας τοὺς πωλοῦντας τὰς περιστεράς, τοὺς ἐν πλάνῃ πετομένους λογισμούς, ἀποδιώξῃ ἀφ' ἡμῶν μετὰ
About this text
Hesychius of Jerusalem, In Lazarum et in ramos palmarum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s In Lazarum et in ramos palmarum — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.