Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
συστείλωμεν ἐν τάφῳ τὸν ἀθάνατον, ἐκ μέσου τὸ θαῦμα ποιήσωμεν, ὅθεν ἡμῖν τὰ τηλι καῦτα φόβητρα. 19 Ἀλλὰ καὶ ταῦτα πράξαντες, οὐδὲν ἀπώναντο τοῦ σκοποῦ· εἰς τοὐναντίον δὲ αὐτοῖς τὸ ἐγχειρηθὲν γίγνεται. Καὶ διὰ τοῦτο ἔλεγον τὸ ἑσπέρας· «Πῶς ἂν γένοιτο πρωΐ;» Ἐπειδὴ φοβερὰ πάλιν τὰ ἐν τῇ νυκτὶ τῆς ἀναστάσεως τελούμενα θαύματα, ἐπειδὴ νυμφῶνα τὸν τάφον ἑώρων, ἐσφραγισμένον τὸ μνῆμα καὶ τὸν νεκρὸν μετὰ ζωῆς ἐκτρέχοντα, τοὺς στρατιώτας <ὡς> νε κρ<ούς>, τὰς γυναῖκας μυροφορούσας, ἀγγέλους τὰς ὀθόνας φυλάττοντας, ἄλλον ἐπὶ τοῦ λίθου καθεζόμενον τῆς ἀνα στάσεως κήρυκα, τότε ἔλεγον· «Πῶς ἂν γένοιτο πρωΐ;» ἵνα παράσχωμεν τοῖς στρατιώταις ἀργύρια, ἵνα τὸν Πιλᾶτον δια φθείρωμεν, ἵνα κλέψωμεν ἀπάτῃ τὴν ἀλήθειαν, ἵνα φημίσωμεν «ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτόν, ἡμῶν κοιμωμένων». 20 Ταῦτα ὁ νόμος καὶ Μωυσῆς δι' αὐτοῦ, ἐν ἑκατέρῳ δὲ τού των μᾶλλον ὁ θεὸς μαρτύρεται τὸν λαὸν τὸν ἀγνώμονα· ὃν ἐλέγχων Στέφανος ὁ θεολόγος παρ' αὐτῶν ὀνομάζεται βλάσφη μος. Καί φησιν ὁ ἀρχιερεύς· «Εἰ ταῦτα οὕτως ἔχει;» Οὐ γὰρ οἶδας ὅπως ἔχει; Οὐ σὺ τὸν δόλον ἐσκεύασας; Οὐ σὺ τοὺς συ κοφάντας ἐμισθώσω; Οὐ σοὶ μισθαρνοῦσιν οἱ τῆς ἀπάτης μάρ τυρες; «Ἀλλὰ χρεία, φησίν, ψεύδους καὶ ὑποκρίσεως· καὶ δό λου πρὸς τὴν παγίδα τὴν προβληθεῖσαν χρῄζομεν. Οὕτω τὸν Ἰωσὴφ πεπράκαμεν, τὸν Ναβουθαὶ πεφονεύκαμεν, τὸν Χριστὸν ἐσταυρώσαμεν.» 21 Στέφανος δὲ καιρὸν διδασκαλίας εὑρών, πολλὰ μὲν ὅσα σωτήρια τοῦ δήμου ταῖς ἀκοαῖς ἐξέχεεν, συμπέρασμα δὲ τῆς ῥητορείας ἐπήγαγεν, αὐτῷ τε λέγειν, 4 ὡς ἀληθείας μάρτυρι, κἀ κείνοις ἀκούειν, ὡς θεομαχεῖν ὡρμημένοις καὶ τὴν τοῦ πνεύ ματος νοσοῦσιν ἀντιλογίαν, πρόσφορον· «Σκληροκάρδιοι καὶ ἀπε ρίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς.» 22 Καὶ πῶς ἐν ἀρχῇ λέγεις· «Ἄνδρες ἀδελφοὶ καὶ Πατέρες, ἀκούσατέ μου»; «Ἐκεῖνα», φησίν, «τῆς τοῦ Ἀβραὰμ εὐγενείας, ταῦτα δὲ τῆς τούτων πονηρίας. Ἐκεῖνα τῆς ἀγαθῆς ῥίζης, ταῦτα τῶν πονηρῶν κλάδων. Ἐκεῖνα τῆς ἀγέλης τὸ ἐπίσημον δείκνυσιν, ταῦτα τῶν πολλῶν τὸ ἄτακτον, τὸ σκληρόν, τὸ ἀχα λίνωτον.» Πρὸς ἐκεῖνο τὸ προοίμιον Ἠσαΐου προέτρεπεν· «Εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ἡμᾶς καὶ βδελυσσομέ νοις, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ.» Πρὸς τουτὶ δὲ τὸ πέρας αὐτοὶ καὶ παρὰ γνώμην ἀναγκάζουσιν τὸν λόγον· «Ἀδελφοὺς ἐκάλεσα, πατέρας προσηγόρευσα, μή τις οἰηθῇ καθάπερ ἐχθρῶν κατηγορεῖν, ὡς πολεμίων ἐλέγχειν. Σκ<λ>ηροκαρδίους δὲ τοὺς αὐτοὺς καὶ ἀπεριτμήτους προσεφώνησα, ἐπειδὴ τῆς συγγενείας προτιμᾶν δεῖ τὴν ἀλήθειαν καὶ μήτε φίλων μήτε ἀδελφῶν μήτε πατέρων μήτε ἄλλων οἰκείων, ἡνίκα παρανομοῦσιν, φείδε σθαι.» 23 Οὐ μὴν ἐκαρτέρουν οἱ παῖδες τῶν Ἰουδαίων ταῦτα τὰ ῥή ματα, ἀλλὰ τοὺς ὀδόντας καθάπερ θῆρες ἔβρυχον, ἔτι ῥητορεύοντα τὸν Στέφανον καταπιεῖν ἐπειγόμενοι. «Ἔβρυχον τοὺς ὀδόντας.» Περὶ γὰρ αὐτῶν εἴρητο· «Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.» Στέφανος δὲ οὐ πρὸς αὐτούς, ἀλλὰ πρὸς τὸν θεὸν τοὺς ὀφθαλ μοὺς εἶχεν, καὶ τῆς γῆς ἀφέμενος εἰς τὰς αὐλὰς τῶν οὐρανῶν ἠπείγετο, καὶ λαμπρᾷ τῇ φωνῇ «Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγότας» ἐκήρυττεν. Τουτέστιν· τὸ κέρδος κοινόν, ἡ ὁδὸς πᾶσιν εὐτρεπής, ἡ πύλη τοῖς εἰσελθεῖν βουλομένοις ἀνέῳ κται. Ὁ ἀνδρεῖος συντόνως ἀθλείτω· ὁ γνήσιος ὁπλίτης νῦν χρη σάσθω τοῖς ὅπλοις, νῦν ἐνδειξάσθω τῆς ῥώμης τὸ μέγεθος. Ὁ γὰρ ἀγωνοθέτης ἐφορᾷ· τοὺς στεφάνους καὶ τὰ βραβεῖα διανέμων ἐφέστηκεν. 24 «Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγότας.» Καὶ τίς ὁ ἀνοίξας, οὐκ ἀφῆκεν ἀγνοεῖν τὸν εἰδέναι βουλόμενον. Καὶ διὰ τοῦτο κέκραγεν· «Καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δε ξιῶν τοῦ θεοῦ», τὸν θεὸν Λόγον τὸν σαρκωθέντα λέγων. Ἀφ' οὗ γὰρ ὁ υἱὸς τοῦ θεοῦ υἱὸς ἀνθρώπου γεγένηται, ἀφ' οὗ ὁ ἐκ Πα τρὸς αὐτὸς ἐκ παρθένου ἐνέστη τῇ γῇ καὶ τοῖς οὐρανοῖς ὅριον, περιῄρηται τῆς ἔχθρας τὸ μεσότοιχον, ἐκποδὼν ὁ φραγμός, κοινὰ τοῖς ἀγγέλοις καὶ τοῖς ἀνθρώποις τὰ τῆς πολιτείας, ἐὰν οἱ ἄνθρωποι βούλωνται. Ἔξεστιν ἐπὶ γῆς οὖσιν ἐν οὐρανῷ στρατεύε σθαι, κάτω τῇ σαρκὶ τυγχάνειν, ἄνω παρεῖναι τῷ πνεύματι, εἶναι μετὰ τοῦ πηλοῦ τῷ πηλῷ, μετὰ δὲ τοῦ θεοῦ τῷ νῷ. 25 Ταῦτα μὲν οὖν ἐθεολόγει Στέφανος· βοαὶ δὲ τὴν ἐν τά ξει θεολογίαν ἄτακτοι, καὶ βοαὶ τὰς βοὰς διεδέχοντο· καὶ σφενδόναι λίθων τοῖς τῶν ἱερῶν νόμων
About this text
Hesychius of Jerusalem, In sanctum Stephanum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s In sanctum Stephanum — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.