In sanctum Stephanum · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

ἐξ αὐτῶν γὰρ ἦν ὁ Χριστός, ἡ τῆς ζωῆς τῆς ἡμετέρας ἄμπελος· ἀλλ' ἡμεῖς αὐτοῦ τὴν σταφυλὴν τρυγῶμεν, ἡμεῖς τὸν οἶνον κιρνῶμεν, ἡμεῖς τὸ γλεῦκος πίνομεν. «Ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου, καὶ οὐ φάγῃ ἐξ αὐτοῦ»· αὐτῶν γὰρ ἡ τοῦ Χριστοῦ θυσία, αὐτοὶ τὸν ἐξ οὐρανῶν μόσχον εἰς τὸν βωμὸν ἀνήγαγον, ἀλλὰ καὶ ἡμῶν τὸ δεῖπνον, ἡμετέρα ἡ τράπεζα. 14 Καὶ τίνος χάριν; Ἐπειδήπερ ἀπιστίαν ἐνόσησαν, ἀντὶ γνώσεως ἀγνωσίαν προσήνεγκαν, ἐν καιρῷ θεολογίας εἰς βλα σφημίαν ὠλίσθησαν. Ἔδυσαν τὴν παστάδα καὶ τὸν νυμφίον οὐκ ἐδέξαντο, τὸν γαμικὸν νυμφῶνα ἐστεφάνωσαν καὶ τὸν γά μον ἠρνήσαντο· καὶ πραττομένου τοῦ σταυροῦ, τὰ στοιχεῖα ἐσα λεύοντο, αὐτοὶ δὲ οὐ μετεβάλλοντο. Τοῦτο γάρ ἐστιν ὅπερ ἑξῆς ἐπήγαγεν· «Καὶ ἔσται σου ἡ ζωὴ κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου.» Τίς ἡ ζωή; Χριστὸς λέγων· «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια.» Καὶ ποῦ κρέμαται; Ἐπὶ τοῦ ξύλου τοῦ σταυροῦ. Ὁ γὰρ τὴν γῆν λόγῳ κρεμάσας ἐπὶ τοῦ ξύλου κρέμαται, ἐν ᾧ βαστάζεται βαστάζων, ἐν ᾧ κρέ μαται κρεμνῶν, ἐν ᾧ ὑψοῦται ὑψῶν· «Ὅταν γὰρ ὑψωθῶ», φησίν, «πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» «Καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτός, καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου.» Οὐκοῦν αἰτία τοῦ φόβου ἡ ἀπιστία γεγένηται. 15 «Φοβηθήσῃ ἡμέρας καὶ νυκτός»· ἡμέρα γὰρ ἡ αὐτὴ καὶ νύξ, διὰ τὸ «Κατὰ πᾶσαν τὴν γῆν σκότος ἀπὸ ὥρας ἕκτης ἐτύγχανεν.» Ὅθεν ὁ Ζαχαρίας ἀπορεῖ τί χρὴ μᾶλλον αὐτὴν ὀνομάζειν, τί προσῆκον καλεῖν, πότερον ἀπὸ τοῦ συμβάντος σκό τους ἢ ἀπὸ τοῦ νόμου τῆς ἡμέρας τοῦ σταυροῦ τὸν καιρὸν ὀνο μάζεσθαι. Οὕτω τοίνυν φησίν· «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκ ἔσται φῶς· καὶ ψῦχος καὶ πάγος ἔσται. Ἡμέρα με γάλη ἐστίν, γνωσθήσεται τῷ κυρίῳ. Οὐχ ἡμέρα οὐδὲ νύξ· καὶ ἔσται τὸ πρὸς ἑσπέραν ἔσται φῶς. Καὶ ἐξελεύσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὕδωρ ζῶν ἐξ Ἰερουσαλήμ· τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θά λασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην.» Αἰσθητῶς δὲ ταῦτα καὶ νοητῶς συνέβαινεν. 16 «Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκ ἔσται φῶς»· ὁ μὲν γὰρ ἥλιος μέσον ἡμέρας ἔδυνεν· σκότος δὲ καὶ ἀγνωσία ταῖς τῶν Ἰουδαίω<ν> καρδίαις ἐκκέχυτο. «Ψῦχος καὶ πάγος ἔσται.» Μαρτυρεῖ δὲ ὁ Πέτρος, παρὰ τὴν ἀνθρακιὰν διὰ τὴν ἀκμὴν τῆς ὥρας τοῦ χειμῶνος θερμαινόμενος. Ἀλλὰ πρὸς τοῦτο ψῦχος καὶ πάγος ἦν, ἐπειδὴ ψυγεῖσα τότε μάλιστα τῶν Ἰουδαίων ἦν ἡ πρὸς τὸν θεὸν ἀγάπη· οὐ γὰρ ἂν τὸν ἐλθόντα παρ' αὐτοῦ σω τῆρα καὶ λυτρωτὴν ἐσταύρωσαν. «Ἡμέρα μεγάλη ἐστίν.» 3 Πῶς γὰρ οὐ μεγάλη, ἐν ᾗ ὁ Ἀδὰμ ἀνεπλάσθη, ἡ ἁμαρτία κατηργήθη, κατελύθη ὁ θάνατος, ἀπέλαβεν τὸ σκεῦος ὁ κερα μεύς, τὸ πρόβατον ὁ ποιμήν, τὸν μαργαρίτην ὁ ἔμπορος; «Γνωσθήσεται τῷ θεῷ.» Πῶς γὰρ ὁ πάντα εἰδὼς ἐκείνην τὴν ἡμέραν οὐκ ἐπιγνώσεται μάλιστα, ἐν ᾗ τὸν υἱὸν τὸν μονογενῆ πρὸς θυσίαν ἐκδέδωκεν; «Οὐχ ἡμέρα οὐδὲ νύξ», ἐπειδὴ δρόμος ἡμέρας οὐχὶ νυκτὸς ἐτύγχανεν. «Πρὸς ἑσπέραν ἔσται φῶς»· ἡνίκα μετὰ τὴν ἐνάτην ὥραν τὸ σκότος ἐπαύ σατο. Οὐκοῦν ἡ αὐτὴ καὶ νὺξ ἄρα καὶ ἡμέρα ἐγένετο. 17 «Καὶ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἰερουσαλήμ.» Πόθεν; Ἐκ τῆς πλευρᾶς τῆς ζωῆς· ὅθεν γὰρ ἡ Εὔα ἀνεπλάσθη, ἐκεῖ θεν εἰκότως ἡ ἐκκλησία πλάττεται. «Τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην.» ∆ηλαδὴ τοῦ βαπτί<σ>ματος. «Καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην.» Τῆς μετα νοίας εὔδηλον. Τὰ γὰρ τῆς μετανοίας δάκρυα λείψανον τῆς δωρεᾶς ὑπάρχει τοῦ βαπτίσματος, ἀπόδειξις δὲ σαφής· ὁ μὴ βαπτισθεὶς μάτην μετανοεῖ, ἐὰν μὴ δραμὼν βαπτισθῇ· μά την θύει τὴν προσευχήν, μάτην αἰτεῖ συγγνώμην, μάτην πηγά ζει δάκρυα. Χωρὶς γὰρ βαπτίσματος ἄφεσις ἁμαρτημάτων οὐ πράττεται. Ὁ δὲ βαπτισθεὶς οὗτος ἐνεργὸν τὴν μετάνοιαν κέκτη ται· δακρύει καὶ λέλυται· στενάζει καὶ πενθεῖ καὶ προσεύ χεται, καὶ παραχρῆμα καθαίρεται. 18 Ἀλλὰ γὰρ ὅπως ἐκβαίνει καὶ τὰ λοιπὰ τῆς τοῦ νόμου προ αγορεύσεως ἄκουε· «Τὸ πρωῒ ἐρεῖς· "3Πῶς ἂν γένοιτο ἑσπέρα;"3 Καὶ τὸ ἑσπέρας ἐρεῖς· "3Πῶς ἂν γένοιτο πρωΐ;» Πόθεν; «Ἀπὸ τοῦ φόβου τῆς καρδίας σου, ἃ φοβηθήσῃ, καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου, ὧν ὄψῃ.» Ἐπειδὴ τῶν σημείων καὶ τῶν θαυμάτων ἕνεκα, ἃ κατὰ τὸν καιρὸν τοῦ σταυροῦ ὑπῆρχε πραττόμενα, σειομένης τῆς γῆς, τοῦ ἡλίου φεύγοντος, κρυπτο μένου τοῦ οὐρανοῦ, σχιζομένων τῶν πετρῶν, ῥηγνυμένου τοῦ κατα πετάσματος, ἀνοιγομένων τῶν μνημάτων, δειλιῶντες καὶ ταρατ τόμενοι, λέγειν εἰκότως πρὸς ἀλλήλους ἠναγκάζοντο· «Πῶς ἂν γένοιτο ἑσπέρα;» ἵνα καθέλωμεν τὴν ζωὴν ἀπὸ τοῦ σταυροῦ, κρύψωμεν εἰς γῆν τὸν ἐξ οὐρανοῦ,

About this text

Hesychius of Jerusalem, In sanctum Stephanum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s In sanctum Stephanum — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.