Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
αὐτοὺς σάρκας.» (12) Τούτους Πείσανδρος, ποιητὴς Ἑλλήνων, ὠνόμασε δρακοντόποδας, ἐκ τῆς γῆς γεννηθέντας, καὶ τολμήσαντάς τινα κατὰ τῶν ὑψίστων θεϊκῶν δυνάμεων, ἕως τὸ θεῖον διαφόροις πληγαῖς ἠνάλωσεν. (13) Ὁ δὲ Σέρβιος εἶπεν ἐν βαθείᾳ πεδιάδι διάγοντας ἐσχηκέναι πόλεμον μετά τινων οἰκούντων ἐν ὑψηλοῖς ὄρεσι, καὶ ταῖς κοιλίαις συρομένους φονευθῆναι ὑπὸ τῶν ἐν τοῖς ὑψηλοῖς οἰκούντων. 14. Τότε ἐγένετο Νῶε, ἄνθρωπος ἀγαπώμενος ὑπὸ τοῦ Θεοῦ, καὶ ἐγένετο ὁ κατακλυσμὸς, καθὼς ἐν τοῖς Βιβλίοις φέρεται. Ἔτη ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦβφνβʹ. Ἐν δὲ τῷ χβʹ ἔτει τῆς ζωῆς αὐτοῦ ἐξῆλθε Νῶε ἀπὸ τῆς κιβωτοῦ, καὶ πᾶσα ψυχὴ τοῦ γένους αὐτοῦ. Καὶ μετὰ τὸ παύσασθαι τὸν κατακλυσμὸν ἐκάθισεν ἡ κιβωτὸς, ὡς μὲν Πέργαμος συνεγράψατο, ἐν τοῖς ὄρεσι Ἀραρὰτ τῆς Πισιδίας ἐπαρχίας, ἧς μητρόπολις ἡ Ἀπάμεια· ὡς δὲ Ἰώσηπος καὶ ἄλλοι, ἐν τοῖς ὄρεσι Ἀραρὰτ τῆς Ἀρμενίας μεταξὺ Πάρθων καὶ Ἀρμενίων Ἀδιαβηνῶν. 15. Ἡ δὲ γενεὰ τοῦ Νῶε ἐτεκνοποίησε, καὶ ἐγένετο πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν, καὶ ἐποίουν πυργοποιΐαν· οἵτινες καὶ τὴν κατασκευὴν τῆς κιβωτοῦ ἐπιστάμενοι, πρῶτοι ἐποίησαν πλοῖα, καὶ ἐν τοῖς ὕδασι ἔθεντο αὐτὰ νήχεσθαι. Ἐγένετο οὖν ἀπὸ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιΐας ἔτη τοʹ. 16. Ἐγέννησε Σὴμ, υἱὸς Νῶε, τὸν Ἀρφαξὰδ, ἄνδρα σοφὸν, καὶ ὁ Ἀρφαξὰδ τὸν Καϊνὰν, ὅστις μετὰ τὸν κατακλυσμὸν συνεγράψατο τὴν ἀστρονομίαν, εὑρηκὼς τὰς τῶν ἄστρων ὀνομασίας ἐν πλακὶ λιθίνῃ ἐγγεγλυμμένας, ὡς Ἰώσηπος συνεγράψατο. Οἱ γὰρ τοῦ Σὴθ ἔγγονοι, ἄνδρες ὄντες θεοσεβεῖς καὶ προεγνωκότες τὴν τῶν ἀνθρώπων μέλλουσαν ἔσεσθαι φθορὰν ἤτοι ἐναλλαγὴν, ποιήσαντες στήλας βʹ, τὴν μὲν λιθίνην, ἑτέραν δὲ πλινθίνην, ἔγραψαν ἐν αὐτοῖς τὰ ἐκ τοῦ Σὴθ τοῦ πάππου αὐτῶν ἐκτεθέντα πάντα οὐράνια· λογισάμενοι ὅτι, εἰ μὲν δι' ὕδατος ἐναλλαγείη ὁ τῶν ἀνθρώπων κόσμος, ἡ λιθίνη στήλη μενεῖ καὶ τὰ ἐν αὐτῇ γεγραμμένα, εἰ δὲ διὰ πυρὸς, ἡ πλινθίνη στήλη μενεῖ. Ἥτις λιθίνη στήλη ἔμεινεν μετὰ τὸν κατακλυσμὸν εἰς τὸ Σίριδος ὄρος, ὡς Ἰώσηπος ἐξέθετο. 17. ∆ιεμερίσθησαν αἱ φυλαὶ τῶν υἱῶν Νῶε. Καὶ ἔλαχεν ἡ φυλὴ τοῦ Σὴμ ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Εὐφράτου· ἡ δὲ τοῦ Χὰμ ἀπὸ Ῥινοκορούρων τῆς Αἰγύπτου ἕως μέρους τῆς δύσεως, καὶ πᾶσαν τὴν Λιβύην, τὸν Νεῖλον τὸν λεγόμενον Χρυσορρόαν ἕως Μαυριτανίας καὶ τῶν Ἡρακλεωτικῶν στηλῶν καὶ τῆς μεγάλης θαλάσσης τῆς Ἀδριανῆς. Ἡ δὲ τοῦ Ἰαφὲθ ἀπὸ Μηδίας τὴν ἐπὶ τὸν ἄρκτον ἕως Βριτταννικῶν νήσων καὶ πάντα τὰ τοῦ πόντου ἑ* (ἐπὶ?) τὸν ∆άνουβιν καὶ τὸν Τάναϊν τοὺς ποταμοὺς, τὴν ἐπὶ Καυκάσια ὄρη καὶ Ἀβασγούς. * Ἀπὸ Τίγριδος καὶ ἕως τῆς Ποντικῆς θαλάσσης, τὰ ἀπὸ * τὸν Ῥόδον καὶ Κύπρον καὶ τὴν ἀ...... ∆ιεμερίσθησαν δὲ αἱ φυλαὶ καὶ ἔμειναν ἔθνη οβʹ. 3 Exc. Salmas.: Ἐκ τῆς φυλῆς Σὴμ τοῦ υἱοῦ Νῶε ἐγένετό τις Νεβρὼ κυνηγὸς πρῶτος, ὃν οἱ Ἀσσύριοι ἀποθεώσαντες ἔταξαν ἐν τοῖς 3 ἄστροις, καὶ καλοῦσιν Ὠρίωνα, διὸ καὶ τὸν κύναστρον αὐτῷ συνῆψαν. – Ἐκλήθη δὲ ὑπὸ τῶν ἐπιχωρίων καὶ Κρόνος, καὶ ἔλαβε γυναῖκα τὴν Σεμιράμιδα, ἣ Ῥέα ἐκλήθη, καὶ ἔσχεν ἐξ αὐτῆς Πῖκον τὸν καὶ ∆ία, καὶ Ἥραν καὶ ἄλλους παῖδας. Οὗτος ἐάσας τὸν ∆ία τῶν Ἀσσυρίων κρατεῖν, ἀπῆρεν ἐπὶ δύσιν, καὶ ἔσχεν υἱὸν Ἄφρον, ᾧπερ ἔδωκε τὴν Λιβύην· ἐξ οὗ καὶ ἡ Ἀφρική· ἔσχε δὲ οὗτος ὁ ἌφροςἈφροδίτην θυγατέρα. Ὁ δὲ Ζεὺς ἐάσας τὴν Ἀσσυρίωνἀρχὴν τῷ ἀδελφῷ Νίνῳ, πρὸς τὸν πατέρα Κρόνον ἀπήρθη· καὶ ἐκράτησεν ἐκεῖ, παραχωρήσαντος αὐτῷ τοῦ πατρὸς, καὶ ἀφανοῦς γενομένου. Νῖνος δὲ ἔγημεν Ῥέαν τὴν καὶ Σεμίραμιν, τὴν οἰκείαν μητέρα· ἐξ οὗ ὁ νόμος παρὰ Πέρσαις γαμεῖν τὰς μητέρας. Τότε ἐφάνη καὶ Ζωροάστρης ὁ ἀστρονόμος, ὅστις ηὔξατο ὑπὸ πυρὸς οὐρανίου τελευτῆσαι, εἰπὼν Ἀσσυρίοις τὴν ἑαυτοῦ τέφραν τηρεῖν· οὕτω γὰρ αὐτῶν τὴν βασιλείαν μὴ ἐκλείπειν. 4 Codex. Paris. 1630: Ἐκ τῆς φυλῆς τοῦ Σὴμ ἐγεννήθη ὁ Χοὺς ὀνόματι Αἰθίοψ, ὅστις ἐγέννησε τὸν Νεβρὼδ γίγαντα τὸν τὴν Βαβυλωνίαν κτίσαντα, ὃν λέγουσιν οἱ Πέρσαι ἀποθεωθέντα καὶ γενόμενον ἐν τοῖς ἄστροις τοῦ οὐρανοῦ, ὃν καλοῦσι Ὠρίωνα. Οὗτος πρῶτος (καὶ) κατέδειξε τὸ κυνηγεῖν. –Ἐκ δὲ τῆς αὐτῆς φυλῆς τοῦ Σὴμ, τοῦ πρώτου υἱοῦ τοῦ Νῶε, ἐγεννήθη ὁ Κρόνος. 2. Περὶ τῶν λεγομένων παρ' Ἕλλησι θεῶν. Γεννηθεὶς δὲ ὁ τοιοῦτος Κρόνος ἐγεννήθη ἄνθρωπος γιγαντογενής· ἐπεκλήθη δὲ Κρόνος ὑπὸ τοῦ ἰδίου πατρὸς εἰς τὴν ἐπωνυμίαν τοῦ πλανήτου ἀστέρος. Ἐγένετο δὲ δυνατὸς καὶ πικρός· ὅστις πρῶτος κατέδειξε τὸ ἄρχειν ἐπὶ τῆς γῆς. Ἐβασίλευσε δὲ Ἀσσυρίας ἔτη πολλά. Εἶχε γυναῖκα
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.