Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
Σεμίραμιν τὴν καὶ Ῥέαν καλουμένην παρὰ τοῖς Ἀσσυρίοις διὰ τὸ καὶ αὐτὴν εἶναι ὑπερήφανον καὶ ἀλαζόνα ἐκ τῆς αὐτῆς φυλῆς. 3. Ἔσχε δὲ Κρόνος υἱὸν ὀνόματι Πῖκον, ὅστις ὑπὸ τῶν γονέων ἐκλήθη Ζεὺς, εἰς ὄνομα καὶ αὐτὸς τῆς ἐπωνυμίας τοῦ πλανήτου ἀστέρος. 4. Ἔσχε δὲ καὶ ἕτερον υἱὸν ὀνόματι Νῖνον καὶ θυγατέρα Ἥραν. Ἔλαβε δὲ εἰς γυναῖκα Πῖκος ὁ καὶ Ζεὺς τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν, Ἥραν, ἣν καὶ ζυγίαν Νέμεσιν ἐκάλουν τινὲς εὐχαριστοῦντες αὐτῇ ὡς ἀγαθῇ καὶ δικαίᾳ. Ἔσχε δὲ ἐξ αὐτῆς ὁ Πῖκος Ζεὺς υἱὸν, ὃν ὠνόμασε Βῆλον διὰ τὸ ὀξύτατον εἶναι. Ὁ δὲ προπάτωρ Κρόνος ἐάσας τὸν αὑτοῦ υἱὸν Πῖκον ἐν τῇ Ἀσσυρίᾳ, καὶ τὴν ἑαυτοῦ γυναῖκα Ῥέαν, καὶ λαβὼν πολλὴν βοήθειαν ἀνθρώπων, ἀπῆλθεν εἰς τὴν δύσιν ἀβασίλευτον οὖσαν, καὶ ἐκράτησεν αὐτῆς ἔτη πολλά· καὶ ἔσχε ἐκεῖ γυναῖκα ὀνόματι Φιλύραν, ἐξ ἧς ἔσχε υἱὸν Ἄφρον· ὃς Ἄφρος γαμήσας Ἀστυνόμην ἐγέννησε θυγατέρα, ἣν ἐκάλεσεν Ἀφροδίτην, εἰς ὄνομα καὶ αὐτὴν τοῦ πλανήτου ἀστέρος, φιλόσοφον γενομένην, ἥτις γαμηθεῖσα Ἀδώνιδι Ἀθηναίῳ, καὶ αὐτῷ φιλοσόφῳ, ἐκεῖνοι ὁμοῦ φιλοσοφοῦντες ἄχρι θανάτου. Ἔσχε δὲ ἐκ τῆς αὐτῆς Φιλύρας ὁ Κρόνος καὶ ἄλλον υἱὸν Χείρωνα, φιλόσοφον καὶ αὐτόν. 5. Βασιλεύσας δὲ Πῖκος ὁ καὶ Ζεὺς ἐν Ἀσσυρίᾳ ἔτη λʹ, καὶ ποιήσας Βῆλον βασιλέα Ἀσσυρίων ἀπῆλθεν ἐπὶ τὴν δύσιν, ἐπὶ τὸν ἑαυτοῦ πατέρα Κρόνον. Ὁ δὲ Κρόνος ταλαιπωρήσας χρόνῳ κατέστησε βασιλέα τὸν ἑαυτοῦ υἱὸν ∆ία. Καὶ ἐβασίλευσε Ζεὺς ἔτη ξ*. 6. Μετὰ δὲ Βῆλον βασιλεύσαντα ἔτη ξ βʹ ἐκράτησε Νῖνος, ὁ ἄλλος υἱὸς Κρόνου, ὅστις καὶ τὴν ἑαυτοῦ μητέρα Σεμίραμιν ἔλαβε γυναῖκα. Ἐξ οὗ νόμος Πέρσαις γαμεῖν τὰς ἑαυτῶν μητέρας καὶ τὰς ἀδελφάς. Καὶ τελευτᾷ ὁ Κρόνος. Ὁ δὲ Νῖνος ἐπικρατὴς γενόμενος τῆς Συρίας κτίζει τὴν Νινευὶ πόλιν Ἀσσυρίων. 5 Exc. Salmas.: Μετὰ Νῖνον ἐβασίλευσε Θούρας, ὃν Ἄρεα ὠνόμασαν· ἦν δὲ σφόδρα δεινὸς καὶ πολεμικὸς, καὶ προσεκύνησαν αὐτῷ Ἀσσύριοι ὡς θεῷ, ὀνομάσαντες αὐτὸν Βῆλον, ἤτοι Ἄρεα πολέμων θεόν. Ὁ δὲ Ζεὺς ἐν τῇ δύσει Φαῦνον τὸν καὶ Ἑρμῆν γεννᾷ, καὶ θανὼν θάπτεται ἐν Κνωσσῷ τῆς Κρήτης. Οὗτος ὁ Ἑρμῆς εὗρε μέταλλα χρυσοῦ καὶ ἀργύρου, διὸ καὶ πλουτοδότης ἐκλήθη, καὶ ἐβασίλευσεν Αἰγύπτου μετὰ Μεστρέμ. Μετὰ δὲ Ἑρμῆν ἐβασίλευσεν Αἰγύπτου Ἥφαιστος, ὃς πολεμῶν ἐπλήγη τὸν πόδα, καὶ γέγονε χωλός. Ἐνομοθέτησε δὲ οὗτος πρῶτος μονανδρίαν ταῖς γυναιξὶ, καὶ δι' εὐχῆς ὀξυλάβην ἀπὸ τοῦ ἀέρος ἐδέξατο, καὶ κατεσκεύασεν ἀπὸ σιδήρου πολεμικὰ 4 ὅπλα. Μετὰ Ἥφαιστον Ἥλιος ὁ υἱὸς αὐτοῦ καὶ οὗτος * Αἰγύπτου, ὃς τὴν τοῦ πατρὸς φυλάττων νομοθεσίαν, εὑρὼν μοιχευομένην γυναῖκα, ἐθριάμβευσεν αὐτήν· ὃ Ὅμηρος εἰς μῦθον μετέβαλε. Σέσωστρις βασιλεὺς Αἰγύπτου ἐκ φυλῆς Χὰμ ἐκράτησε πάσης Ἀσίας, καὶ κατῴκισεν (κατῴκησεν?) ἐν τῇ Ἀσσυρίων χώρᾳ. 6 Cod. Paris. 1630: Μετὰ δὲ Νῖνον ἐβασίλευσε Ἀσσυρίων Θούρας, ὅντινα μετεκαλέσατο ὁ τούτου πατὴρ Ζάμης, ὁ τῆς Ἥρας ἀδελφὸς, εἰς τὸ ὄνομα τοῦ πλανήτου ἀστέρος Ἄρεα. Οὗτος ἐγένετο πικρὸς πολεμιστής. Ὥτινι Ἄρεϊ ἀνέστησαν πρῶτοι στήλας Ἀσσύριοι καὶ ὡςθεὸν προσεκύνουν αὐτόν· ὃν καὶ ἕως τοῦ νῦν καλοῦσι Περσιστὶ Βάαλ θεόν, ὅ ἐστι ἑρμηνευόμενον Ἄρης ὁ πολέμων θεός. 2. Μετὰ τελευτὴν Ἄρεος ἐβασίλευσε Λάμης, μετὰ Λάμην Σαρδανάπαλλος ὁ μέγας· ὅντινα Περσεὺς ὁ ∆ανάης ἐφόνευσε καὶ ἀφείλετο τὴν βασιλείαν Ἀσσυρίων, καὶ βασιλεύσας εἰς τὸ ἴδιον ὄνομα ἐκάλεσεν αὐτοὺς Πέρσας. 3. Ἔζησε δὲ Πῖκος ὁ καὶ Ζεὺς ἔτη ρκʹ, κρατῶν τὴν δύσιν καὶ βασιλεύων αὐτῆς. Καὶ ἔσχε υἱοὺς πολλοὺς καὶ θυγατέρας ἀπὸ τῶν εὐπρεπῶν γυναικῶν· ὑπενόθευε γὰρ αὐτάς· ἦν γὰρ καὶ μυστικὸς καὶ φαντασίας τινὰς ποιῶν καὶ ἐκπλήττων αὐτάς. Αἵτινες γυναῖκες καὶ ὡς θεὸν εἶχον αὐτὸν φθειράμεναι ὑπ' αὐτοῦ. 4. Ἔσχε δὲ ὁ αὐτὸς Πῖκος ὁ καὶ Ζεὺς μετὰ Μαιάδος τῆς Ἰταλικῆς υἱὸν ὄνομα Φαῦνον, ὃν καὶ Ἑρμῆν ἐκάλεσεν εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος. Μέλλων δὲ τελευτᾶν, ἐκέλευσε τὸ λείψανον αὐτοῦ ἐν τῇ Κρήτῃ νήσῳ τεθῆναι. Καὶ κτίσαντες αὐτῷ ναὸν οἱ αὐτοῦ παῖδες ἔθηκαν αὐτὸν ἐκεῖ ἐν τῇ Κρήτῃ ἐν μνήματι. Ὅπερ μνῆμα ἔστιν ἕως τοῦ παρόντος ἐν Κρήτῃ. Ἐν τῷ μνήματι ἐπιγέγραπται· «Ἔνθα κεῖται θανὼν Πῖκος ὁ καὶ Ζεὺς, ὃν καὶ ∆ία καλοῦσι.» 5. Μετὰ δὲ τὴν τοῦ ∆ιὸς τελευτὴν ἐβασίλευσεν ὁ τούτου υἱὸς Φαῦνος ὁ καὶ Ἑρμῆς τῆς Ἰταλίας ἔτη λεʹ· ὃς ἦν ἀνὴρ πανοῦργος καὶ μαθηματικός. Ὅστις ἐφεῦρε μέταλλον χρυσοῦν ἐν τῇ δύσει πρῶτος, καὶ τὸ χωνεύειν. Γνοὺς δὲ ὅτι διαφθονοῦνται αὐτῷ οἱ ἀδελφοὶ ὄντες περί που οʹ (μετὰ πολλῶν γὰρ
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.