Historia Chronike · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and argument toward the thesis.

Greek

ἦν ἀεὶ νοῦς νοὸς φωτεινός· καὶ οὐδὲν ἕτερον ἦν ἢ ἡ τούτου ἑνότης· ἀεὶ ἐν αὑτῷ ὢν, ἀεὶ τῷ αὑτοῦ νοῒ καὶ φωτὶ καὶ πνεύματι πάντα περιέχει. Ἐκτὸς τούτου οὐ θεὸς, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη· πάντων γὰρ κτίστης καὶ πατὴρ καὶ θεὸς, καὶ πάντα ὑπ' αὐτὸν καὶ ἐν αὐτῷ ἐστιν. Ὁ γὰρ λόγος αὐτοῦ παντέλειος ὢν καὶ γόνιμος καὶ δημιουργὸς, ἐν γονίμῳ φύσει πεσὼν ἐν γονίμῳ ὕδατι ἔγκυον τὸ ὕδωρ ἐποίησε.» (12) Καὶ ταῦτα εἰρηκὼς ηὔξατο λέγων· «ὁρκίζω σε, οὐρανὸν, θεοῦ μεγάλου σοφὸν ἔργον, ὁρκίζω σε φωνὴν πατρὸς, ἣν ἐφθέγξατο πρώτην, ἡνίκα τὸν πάντα κόσμον ἐστηρίξατο· ὁρκίζω σε κατὰ τοῦ μονογενοῦς αὐτοῦ λόγου καὶ τοῦ πνεύματος τοῦ περιέχοντος πάντα· ἵλεως, ἵλεως, ἵλεως ἔσο·» ὥστε οὖν καὶ Ἑρμῆς ὁ τρισμέγιστος καίτοι γε ἀγνοῶν τὸ μέλλον τριάδα ὁμοούσιον ὡμολόγησε. 13. Μετὰ Σῶστριν ἐβασίλευσε τῶν Αἰγυπτίων Φαραὼ ὁ καὶ Καραχὼ, ἀφ' οὗ οἱ τῶν Αἰγυπτίων δυνάσται τὴν ἐπωνυμίαν ἔλαβον Φαραώ. 14. Καθ' ὃν δὲ χρόνον ἐβασίλευσε τῶν Ἀργείων ἐν τοῖς δυτικοῖς μέρεσιν Ἴναχος ἐκ τῆς φυλῆς Ἰάφεθ καταγόμενος, καὶ κτίζει πόλιν εἰς ὄνομα τῆς σελήνης, Ἰώ· οὕτω γὰρ τὴν σελήνην ἐκάλουν Ἀργεῖοι· καὶ ἠγάγετο γυναῖκα Μηλίαν, ἀφ' ἧς ἔσχεν υἱοὺς δύο καὶ θυγατέρα Ἰὼ, ἣν Πῖκος ὁ καὶ Ζεὺς ἥρπασε, καὶ ἐξ αὐτῆς ἔσχεν θυγατέρα Λιβύην. Ἡ τοίνυν Ἰὼ λυπηθεῖσα ἐπὶ τῇ διαφθορᾷ, ἀφεῖσα τοὺς γονεῖς, τοὺς ἀδελφοὺς καὶ τὴν θυγατέρα Λιβύην, ἔφυγεν εἰς Αἴγυπτον, κἀκεῖθεν ἐπὶ τὴν Συρίαν ἀπῆλθεν εἰς τὸ Σίλπιον καλούμενον ὄρος, εἰς ὅπερ Σέλευκος ὁ Νικάτωρ ἔκτισε πόλιν καὶ εἰς ὄνομα τοῦ υἱοῦ Ἀντιόχειαν ἐκάλεσε, κἀκεῖ ἐτελεύτα. Καὶ ἀπελθόντες εἰς ἀναζήτησιν αὐτῆς οἱ ἀδελφοὶ καὶ εὑρόντες θανοῦσαν ἔκτισαν αὐτῇ ἱερὸν ὅπερ ἐκάλεσαν Ἰώπολιν. 15. Ἡ δὲ Λιβύη γαμηθεῖσα Ποσειδῶνί τινι ἔτεκεν ἐξ αὐτοῦ παῖδας γʹ, Ἀγήνορα, Βῆλον καὶ Ἐνυάλιον. Ὁ Βῆλος γαμήσας Σίδην ἔσχε δύο υἱοὺς, Αἴγυπτον καὶ ∆αναόν· ἐξ οὗ Αἴγυπτος καὶ Σιδὼν ὠνομάσθησαν. Ὁ δὲ Ἀγήνωρ ἤγαγε τὴν Τυρώ· ἐξ οὗ Τύρος πόλις· καὶ ἔσχεν υἱοὺς δʹ καὶ θυγατέρα μίαν, Κάδμον, Φοίνικα, Σύρον καὶ Κίλικα καὶ Εὐρώπην· καὶ ἔλαχον τὰς ἐπωνύμους χώρας Καδμείαν τὴν Θήβης, τὴν Φοινίκην, τὴν Συρίαν, τὴν Κιλικίαν καὶ 6 τὴν Εὐρώπην. Τὴν Εὐρώπην δὲ ἁρπάσας ταῦρος, βασιλεὺς Κρήτης, ἔτεκε Μίνωα. 16. Κατὰ τούτους τοὺς χρόνους ἀνεφάνη τις ἐν Τύρῳ ἀνὴρ σοφὸς ὄνομα Ἡρακλῆς, ὃς εὗρε τὴν βαφὴν, τὴν καλουμένην κογχύλην, ἰδὼν κύνα ποιμενικὸν ἐσθίοντα κογχύλην καὶ τὸν ποιμένα ἐκμάσσοντα μετὰ πόκον προβάτου τὸ τοῦ κυνὸς στόμα, καὶ προσαγαγὼν τὸν πόκον ὡς μέγα δῶρον τῷ βασιλεῖ. (17) Ὁ δὲ Σύρος εὗρε τὴν ἀριθμητικὴν, ἐδόξασε δὲ καὶ ἀσωμάτους ἀρχὰς καὶ μεταβολὴν τῶν ψυχῶν εἰς ἕτερα ζῶα. 18. Κατὰ τοὺς χρόνους τούτους ἐγνωρίζετο Φαλὲκ, ὁ υἱὸς Ἕβερ, περὶ οὗ Μωσῆς ἔγραψε, καὶ ἕτερος υἱὸς τοῦ Πίκου ∆ιὸς ἀπὸ ∆ανάης γενόμενος ὀνόματι Περσεὺς, ὃν ἐδίδαξεν ὁ πατὴρ πάσας τὰς μυστικὰς φαντασίας· ὅστις βουλόμενος ἑαυτῷ καταστῆσαι βασιλείαν καὶ διὰ πολλῆς ἐρχόμενος γῆς, εἶδε παρθένον κόρην αὐχμηράν τε καὶ δυσειδῆ ὀνόματι Μέδουσαν· καὶ λαβὼν ἀπέτεμεν αὐτῆς τὴν κεφαλὴν, καὶ τελέσας αὐτὴν, ὡς ἐδιδάχθη, ἐβάσταζε καταπλήττων πάντας καὶ ἀναιρῶν τοὺς ὁρῶντας· ἥντινα κεφαλὴν ἐκάλεσε Γοργόνα διὰ τὴν ὀξύτητα τῆς ἐνεργείας. ** γυναικὸς Ἀνδρομέδας, καὶ καταλαβὼν κώμην λεγομένην Ἀμάνδραν, ἐποίησεν αὐτὴν πόλιν, στήσας ἑαυτῷ στήλην βαστάζουσαν τὴν Γοργόνα· αὕτη μετεκλήθη ἕως νῦν Ἰκόνιον διὰ τὸ ἀντεικόνισμα τῆς Γοργόνος. Ἐπολέμησε δὲ καὶ Ἰσαύροις καὶ Κίλιξιν, ἔνθα πόλιν κτίζει ἣν ἐκάλεσε Ταρσόν ἐν τῇ κώμῃ τῇ λεγομένῃ Ἀνδρασῷ. Χρηματισθεὶς (ἐχρηματίσθη?) γὰρ κατ' ὄναρ ὅτι ἐν τῷ (λ. ᾧ) τόπῳ μετὰ τὴν πρὸς πολεμίους νίκην ἀποβὰς ἐκ τοῦ ἵππου τὸν ταρσὸν ἀπόθηται τοῦ ποδὸς, ἐκεῖ ὑπὲρ τῶν νικητηρίων κτίσαι πόλιν, καὶ κτίσας ταύτην ἐκάλεσε Ταρσόν. Μετὰ δὲ ταῦτα καὶ Μήδους νικήσας ἐκάλεσε τὴν χώραν Περσίδα, ἐδίδαξε δὲ καὶ πολλοὺς τῶν Περσῶν τὰς ἐπὶ τῆς Γοργόνος τελετάς. (18*) Καθ' ὃν δὴ χρόνον κατηνέχθη σφαῖρα πυρὸς ἐκ τοῦ οὐρανοῦ, ἐξ ἧς ἔλαβεν ὁ Περσεὺς πῦρ, καὶ παρέδωκε τιμᾶν αὐτό· ὃ καὶ μέχρι νῦν φυλάττουσι. (19) Συνέβαλε δὲ τῷ Κηφεῖ τῷ πατρὶ Ἀνδρο μέδας, τυφλῷ ὄντι ὑπὸ τοῦ γήρως, καὶ προεβάλετο, καθ' ὅπερ εἶχεν ἔθος, εἰς βοήθειαν τὴν κεφαλὴν Γοργόνος· ὁ δὲ μὴ βλέπων οὐκ ἔθανεν· ὁ δὲ Περσεὺς ἀγνοῶν δι' ἣν αἰτίαν ἐξέφυγεν ἐκεῖνος τὸν ἀπὸ τῆς Γοργόνος θάνατον, καὶ νομίσας μηκέτι ἐνεργεῖν τὴν ὑπ' αὐτοῦ φερομένην κεφαλὴν, στρέψας εἰς ἑαυτὸν καὶ ταύτην ἑωρακὼς ἐτελεύτα.

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.