Historia Chronike · §u02-open

Historia Chronike Unit 2 opening

Unit 2.

Lemma-led open — Τίς πρὸ τῆς ἐμοῦ βασιλείας ἠδυνήθη ὑποτάξαι τὰ πάντα, ἢ τίς μετ' ἐμέ;

Greek

μιγνύμενος ὁ Ζεὺς ἐτεκνοποίει), ἀνεχώρησε μετὰ πολλοῦ χρυσοῦ σφόδρα, καὶ ἀπῆλθεν εἰς Αἴγυπτον πρὸς τὴν φυλὴν τοῦ Χάμ. Καὶ δεχθεὶς ἐν τιμῇ διέτριβεν ἐκεῖ μεγαλαυχῶν καὶ φορῶν χρυσῆν στολὴν, λέγων καὶ μαντείας. Ἦν γὰρ σφόδρα λόγιος. Καὶ προσεκύνουν αὐτῷ, λέγοντες εἶναι θεὸν, ὅτι προὔλεγε τὰ μέλλοντα· καὶ παρεῖχεν αὐτοῖς χρήματα διὰ τοῦτο γὰρ καὶ πλουτοδότην ἐκάλουν. Τελευτήσαντος οὖν Μεστρὲμ βασιλέως Αἰγύπτου ἐκ φυλῆς Χὰμ, ἐποίησαν Αἰγύπτιοι Ἑρμῆν βασιλέα· καὶ ἐβασίλευσεν ἔτη λθʹ. 6. Ἐγέννησε δὲ Ζεὺς καὶ ἕτερον υἱὸν ὀνόματι Ἡρακλέα μετὰ Ἀλκμήνης τῆς Θηβαίας, ὃς ἐκλήθη Τριέσπερος. Οὗτος Ἡρακλῆς κατέδειξε πρῶτος τὸ φιλοσοφεῖν ἐν τοῖς ἑσπερίοις μέρεσιν, ἤτοι τοῖς δυτικοῖς. Τοῦτον ἀποθεώσαντες οἱ τοῦ γένους αὐτοῦ μετὰ τὴν αὐτοῦ τελευτὴν, ἐκάλεσαν ἀστέρα οὐράνιον ὀνόματι αὐτοῦ τὸν ἀστροχίτωνα Ἡρακλέα· ὃν γράφουσι δορὰν λέοντος φοροῦντα καὶ τρία μῆλα κρατοῦντα· ἅπερ τρία μῆλα ἀφελέσθαι αὐτὸν ἐμυθολόγησαν τῷ ῥοπάλῳ φονεύσαντα τὸν δράκοντα, τουτέστι νικήσαντα τὸν πολυποίκιλον τῆς πονηρᾶς ἐπιθυμίας λογισμὸν διὰ τοῦ ῥοπάλου τῆς φιλοσοφίας, ἔχοντα περιβόλαιον φρόνημα ὡς δορὰν λέοντος· καὶ οὕτως ἀφείλετο τὰ τρία μῆλα, ὅπερ ἐστὶ τὰς τρεῖς ἀρετὰς, τὸ μὴ ὀργίζεσθαι, τὸ μὴ φιλαργυρεῖν, τὸ μὴ φιληδονεῖν. ∆ιὰ γὰρ τοῦ ῥοπάλου τῆς κρατερικῆς ψυχῆς καὶ τῆς δορᾶς τοῦ θρασυτάτου καὶ σώφρονος λογισμοῦ ἐνίκησε τὸν υἱὸν τῆς φαυλῆς ἐπιθυμίας φιλοσοφήσας μέχρι θανάτου, καθὼς Ἡρόδοτος (λ. Ἡρόδωρος) ὁ σοφώτατος συνεγράψατο, ὃς καὶ ἄλλους Ἡρακλεῖς ἱστορεῖ γεγενῆσθαι ἑπτά. 7. Μετὰ Ἑρμῆν ἐβασίλευσεν Αἰγυπτίων Ἥφαιστος, ὃν καὶ θεὸν ἐκάλουν· ἦν γὰρ πολεμιστὴς καὶ μυστικὸς, ὃς συμπεσόντος αὐτῷ ἵππου ἐν τῷ πολέμῳ πληγεὶς ἔμεινε χωλεύων. Ἀπὸ δὲ μυστικῶν εὐχῶν τὴν ὀξυλάβην ἐδέξατο ἐκ τοῦ ἀέρος εἰς τὸ κατασκευάζειν ἐκ σιδήρου ὅπλα· ὅθεν καὶ ἐπικρατὴς εὑρέθη εἰς τοὺς πολέμους· πρὸ γὰρ αὐτοῦ ῥοπάλοις καὶ λίθοις ἐπολέμουν. Ἐνομοθέτησε δὲ καὶ ταῖς Αἰγυπτίων 5 γυναιξὶ μονανδρεῖν καὶ σωφρόνως διάγειν. 8. Μετὰ δὲ τὴν τελευτὴν Ἡφαίστου ἐβασίλευσεν Αἰγυπτίων ὁ υἱὸς αὐτοῦ Ἥλιος ἡμέραις δυοζʹ, ὡς εἶναι ἔτη ιβʹ καὶ ἡμέρας ζʹ. Οὔτε γὰρ ᾔδεισαν τότε Αἰγύπτιοι ἢ ἄλλοι τινὲς ἐνιαυτὸν ψηφίσαι, ἀλλ' ἄλλοι μὲν τὰς περιόδους τῆς σελήνης εἰς ἐνιαυτοὺς ἐψήφιζον, οἱ δὲ τὰς περιόδους τῶν ἡμερῶν· οἱ γὰρ τῶν ιβʹ μηνῶν ἀριθμοὶ μετὰ ταῦτα ἐπενοήθησαν, ἐξ ὅτου ἐπωνομάσθη τὸ ὑποτελεῖς εἶναι τοὺς ἀνθρώπους τοῖς βασιλεῦσιν. Ὁ τοιοῦτος βασιλεὺς Αἰγύπτου Ἥλιος κατασχὼν γυναῖκα μοιχευομένην ἐτιμώρησεν αὐτὴν, στηρίζων τὴν τοῦ πατρὸς αὐτοῦ νομοθεσίαν· καὶ τοῦτό ἐστιν ὃ ποιητικῶς φησὶν Ὅμηρος, ὡς Ἥλιος ἤλεγξε τὴν Ἀφροδίτην συμμιγνυμένην νυκτὸς Ἄρεϊ. Ἀφροδίτην γὰρ ἐκάλεσε τὴν ἐπιθύμησιν τῆς πορνείας ὑπὸ Ἡλίου βασιλέως ἐλεγχθείσης. Τὸ δὲ ἀληθὲς Παλαίφατος ὁ σοφώτατος χρονογράφος συνεγράψατο. 9. Μετὰ τὴν Ἡλίου τελευτὴν ἐβασίλευσε Σῶσις. Μετὰ ταῦτα ἕτεροι δύο, καὶ μετ' αὐτοὺς Θοῦλις, ὃς παραλαβὼν πᾶσαν τὴν γῆν μετὰ (λ. ἕως) τοῦ ὠκεανοῦ ἦλθεν ἐν τῇ Ἀφρικῇ εἰς τὸ μαντεῖον· καὶ θυσιάσας ἐπυνθάνετο λέγων· «Τίς πρὸ τῆς ἐμοῦ βασιλείας ἠδυνήθη ὑποτάξαι τὰ πάντα, ἢ τίς μετ' ἐμέ;» Καὶ ἐδόθη αὐτῷ χρησμὸς οὗτος· Πρῶτα θεὸς, μετέπειτα λόγος καὶ πνεῦμα σὺν αὐτοῖς. Ταῦτα δὲ σύμφυτα πάντα καὶ ἔντυμον εἰς ἓν ἰόντα, οὖ κράτος αἰώνιον. 10. Μετ' αὐτὸν ἐβασίλευσεν Αἰγυπτίων ἐκ τῆς φυλῆς Χὰμ Σῶστρις, ἐφ' οὗ μετῳκίσθησαν ἐν Περσίᾳ Σκύθαι. Ἐν τοῖς χρόνοις τοῦ Σώστριδος ἦν Ἑρμῆς ὁ τρισμέγιστος ὁ Αἰγύπτιος, ἀνὴρ φοβερὸς ἐν σοφίᾳ, ὃς ἔφρασε τρεῖς μεγίστας δυνάμεις εἶναι, τὸ τοῦ ἀρρήτου καὶ δημιουργοῦ ὄνομα, μίαν δὲ θειότητα εἶπεν εἶναι· διὸ καὶ ἐκλήθη ὑπὸ τῶν Αἰγυπτίων Τρισμέγιστος. Ἐμφέρονται δὲ ἐν τοῖς πρὸς Ἀσκληπιὸν λόγοις αὐτοῦ ῥήματα ταῦτα· 11. «Ἦν φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ καὶ

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.