Historia Chronike · §u04-open

Historia Chronike Unit 4 opening

Unit 4.

Lemma-led open — Καὶ παραγενόμενος ἐν Σκυθίᾳ πρὸς τὴν ἑαυτοῦ ἀδελφὴν Ἰφιγένειαν, ἱέρειαν οὖσαν τῆς Ἀρτέμιδο

Greek

Καὶ παραγενόμενος ἐν Σκυθίᾳ πρὸς τὴν ἑαυτοῦ ἀδελφὴν Ἰφιγένειαν, ἱέρειαν οὖσαν τῆς Ἀρτέμιδος, καὶ προσάγουσαν τοὺς ξένους εἰς θυσίαν, λέγει τῷ Πυλάδῃ· «Ἰδοὺ τοσούτων ἐκφυγόντες κινδύνων, μέλλομεν εἰς θυσίαν προσάγεσθαι· πολλῶν γὰρ ἀνθρώπων ὁρῶμεν ἐνταῦθα ἐρριμένα ὀστέα.» Ὁ δὲ πρὸς αὐτὸν ἔφη· «Ἄγωμεν εἰς τὸ ἱερὸν, καὶ ἐρωτήσωμεν εἰ ζῇ Ἰφιγένεια ἡ σὴ ἀδελφὴ, καὶ προσπίπτοντες αὐτῇ σωζώμεθα.» Καὶ ποιήσαντες τοῦτο, καὶ γνωρισθέντες ὑπ' αὐτῆς, ἔλαβον αὐτὴν σὺν τῷ ἀγάλματι τῷ χρυσῷ τῆς Ἀρτέμιδος. Καὶ περιελθόντες γῆν πολλὴν ἐπανέρχονται εἰς Μυκήνας τὴν ἰδίαν πατρίδα· καὶ δίδωσι τὴν Ἠλέκτραν τὴν ἀδελφὴν πρὸς γάμον τῷ Πυλάδῃ. Μαθὼν δὲ ὁ τῆς Σκυθίας βασιλεὺς ἔπεμψε στρατιώτας πολλοὺς ἐπιδιώκοντας αὐτούς. Οἱ δὲ κατὰ τὴν Παλαιστίνην ἐλθόντες, καὶ ἀρεσθέντες τοῖς τόποις, ᾤκησαν ἐν αὐτῇ, τὴν πρώην λεγομένην Νύσαν Σκυθῶν μετονομάσαντες πόλιν. 26 Exc. De virt.: Ὅτι Μανασσῆς ὁ τῆς Ἱερουσαλὴμ βασιλεὺς ἐξέκλινεν ἀπὸ τῆς ὁδοῦ τοῦ θεοῦ καὶ πρὸς τὰ ἀγάλματα τὸν νοῦν ἐπλανήθη, τὰ τῶν καλουμένων Ἑλλήνων ἀποδεχόμενος δόγματα· διεπολέμει δὲ καὶ τοῖς ἐκλεκτοῖς τοῦ θεοῦ, τόν τε Ἡσαΐαν ξυλίνῳ πρίονι διελὼν, καὶ τοὺς ἄλλους προφήτας φυγάδας καταστήσας τῆς Ἱερουσαλήμ. ∆ιὸ παρεδόθη εἰς χεῖρας τῶν ἐναντίων αὐτοῦ. Καὶ βασανισθεὶς ἐν πέδαις σιδηραῖς, ἐπέγνωσε τὸν θεὸν οὐρανοῦ καὶ τῆς γῆς, καὶ προσελθὼν οὐ παρώφθη. Βασιλεύσας δὲ ἔτη πέντε καὶ πεντήκοντα μετήλλαξε τὸν βίον. 27 Exc. De ins.: Ὅτι Καμβύσης ὁ Περσῶν βασιλεὺς καθεῖλε τὰς Αἰγυπτίας Θήβας, καὶ ταύτας εἰς ἔδαφος κατέσκαψεν· Ἄμασίς τε ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἅμα τῷ βίῳ καὶ τὴν βασιλείαν κατέστρεψεν, τοῦ ἔθνους τῶν Αἰγυπτίων τελεῖν ὑπὸ Πέρσας ὁμολογήσαντος. Ἐπὶ δὲ τὴν ἐνδοτέραν ἐλαύνειν προθυμούμενος, ὑπὸ τῆς εἱμαρμένης ἐκωλύθη, δολοφονηθεὶς ὑπὸ τῶν περὶ αὐτὸν μάγων, βασιλεύσας ἔτη ηʹ. Οὗτοι γὰρ μετὰ τὸν Καμβύσου θάνατον τῇ ἀρχῇ προσπηδήσαντες, μῆνας ζʹ κατετρύφησαν, ἄχρις οἱ τῶν Περσῶν ἄρχοντες αὐτοὺς μὲν ἐπὶ τῆς αὐλῆς κατεχρήσαντο, τῆς δὲ βασιλείας προστάτην ἀπέδειξαν ∆αρεῖον. 28 ιβιδ.: Ὅτι ἐπὶ τῆς ἀναγορεύσεως Ἀλεξάνδρου τοῦ Μακεδόνος, τῶν Αἰγυπτίων ἐβασίλευε Νεκταναβώ. –Καὶ ὁ τῶν Ἀργείων βασιλεὺς ∆αναὸς διὰ τῶν αὐτοῦ νʹ θυγατέρων τοῖς τοῦ ἀδελφοῦ Αἰγύπτου παισὶ νʹ οὖσιν ἐμηχανήσατο θάνατον, πλὴν Λυγκέως. 29 Exc. Salmas.: Οἰνόμαος πρῶτος ἐφεῦρε τὰ τοῦ ἱπποδρόμου χρώματα, καὶ ἐποίει τὸν ἀγῶνα Μαρτίου κδʹ, γῆς καὶ θαλάσσης. Ἐβάλλοντο κλῆροι, καὶ ὃς ἔλαχεν ὑπὲρ τῆς γῆς ἀγωνίσασθαι, ἐφόρει χλοανὸν, ὃς δὲ ὑπὲρ τῆς θαλάσσης, κυανόν. Ἐτίθει δὲ Οἰνόμαος ἔπαθλον τὴν ἑαυτοῦ θυγατέρα, καὶ ὁ νικηθεὶς ὑπὸ τοῦ πλήθους τῶν θεωμένων ἀνῃρεῖτο. Εἶχον οὖν σημεῖον οἱ τότε, καὶ εἰ μὲν τὸ χλοανὸν ἐνίκα, τῆς γῆς εὐφορίαν ἤλπιζον, καὶ οὕτως ἐγίνετο· εἰ δὲ τὸ κυανὸν, τῆς θαλάττης εὔπλοιαν· καὶ ηὔχοντο οἱ μὲν γεωργοὶ τὸ χλοανὸν νικᾶν, οἱ δὲ ναυτίλοι τὸ κυανόν. Πρῶτον δὲ Ἐνυαλίου τινὸς διπώλῳ χρησαμένου ἅρματι, ἐν τούτῳ πρῶτος Οἰνόμαος τετραπώλῳ ἐχρήσατο. 30 14 Ibid.: Οἱ Ῥόδιοι θαλασσοκρατήσαντες στήλην ἔστησαν, ἣν διὰ τὸ μέγεθος Κολοσσὸν ἔλεγον. καὶ διὰ τοῦτο ὠνομάσθησαν Κολοσσαεῖς. Ἡ Καρχηδὼν χώρα ὑπὸ Καρχηδόνος τοῦ Τυρίου ἐκτίσθη. 31 Ibid.: Ῥωμύλος πρῶτος ἐν Ῥώμῃ ἔκτισεν ἱππικὸν, καὶ διεῖλε τὸν δῆμον εἰς μέρη δʹ, εἰς τιμὴν τῶν δʹ στοιχείων, καὶ τὰς ιβʹ θύρας κατὰ τύπον τοῦ ζωδιακοῦ κύκλου ἱστόρηκεν, τὸ δὲ πέλμα τῆς γῆς πάσης, καὶ τὸν Εὔριπον τῆς θαλάσσης ὑπὸ τῆς γῆς μεσαζομένης· τὸν ἐπὶ τὰς θύρας καμπτὸν, τὴν ἀνατολὴν, καὶ τὸν ἐπὶ τὴν σφενδόνην, τὴν δύσιν, ὥς φησι Χάραξ· τὰ ἑπτὰ σπάτια τὸν δρόμον τῶν ἑπτὰ πλανητῶν. Τὸ βένετον ἀπὸ Βενετίας ὠνόμασεν, ἐν ᾗ γίνονται κυανὰ χρώματα· καὶ προσεκόλλησε τῷ πρασίνῳ, ἤτοι τῇ γῇ (ὅπερ ἀπὸ τοῦ πραίσεται

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.