Unit 4 rem early
Rem early: Unit 4; lemma and argument toward the thesis.
Greek
ὠνόμασε διὰ τὸ παραμένον), τὸ λευκὸν, ἤτοι τὸν ἀέρα, διότι ἑκάτερα τῆς ἀλλήλων συγκράσεως δέονται. Τὸ δὲ ῥούσιον, ἤτοι τὸ πῦρ, τῷ κυανῷ, ἤτοι τῷ ὕδατι, ὑπέταξε, διότι τὸ πῦρ ὑπείκει τῷ ὕδατι. 32 Exc. De insid.: Ὅτι Ῥωμύλος βασιλεύσας Ῥωμαίων διετέλει εἰς μὲν τοὺς πολέμους διαπρέπων, εἰς δὲ τοὺς πολίτας ὑπερφρονῶν, καὶ μάλιστα εἰς τοὺς τῆς βουλῆς ἐξέχοντας. Τοῖς μὲν γὰρ στρατευομέ νοις προσφιλὴς ἦν, καὶ χώρας αὐτοῖς νέμων, καὶ τῶν λαφύρων διδούς· πρὸς δὲ τὴν γερουσίαν οὐχ ὁμοίως διέκειτο· ὅθεν μισήσαντες αὐτὸν καὶ περιέχοντες ἐν τῷ βουλευτηρίῳ δημηγοροῦντα διεσπάραξάν τε καὶ διέφθειραν. Συνήρατο δὲ αὐτοῖς πρὸς τὸ λαθεῖν ζάλη μεγίστη τοῦ ἀέρος καὶ ἔκλειψις ἡλίου· ὅπερ ποῦ καὶ ὡς ἐγεννᾶτο γέγονε. Καὶ ὁ μὲν Ῥωμύλος αὐταρχήσας ζʹ καὶ λʹ ἔτη τοιοῦτον ἔσχε τὸ τέλος. Ἀφανισθέντος τε οὕτως αὐτοῦ, τὸ πλῆθος καὶ οἱ στρατιῶται μάλιστα ἐκεῖνον ἐζήτουν. Αὐτοὶ δ' ἐν ἀπόρῳ ἦσαν, μήτε ἐξειπεῖν τὸ πραχθὲν ἔχοντες, μήτε βασιλέα καταστῆσαι δυνάμενοι. Ταρασσομένων οὖν αὐτῶν, καί τι παρασκευαζομένων δράσαι, Ἰούλιός τις Πρόκλος, ἀνὴρ ἱππεὺς, στειλάμενος, ὡς καὶ ἑτέρωθέν ποθεν ἥκων, εἰσεπήδησεν ἐν τῷ μέσῳ, καὶ ἔφη· «Μὴ λυπεῖσθε Κυιρῖται· ἐγὼ γὰρ αὐτὸς τὸν Ῥωμύλον εἰς τὸν οὐρανὸν ἀνιόντα εἶδον· καί μοι ἔφη, εἰπεῖν τε ὑμῖν ὅτι θεὸς ἐγένετο, καὶ ὅτι Κυιρῖνος ὀνομάζεται, καὶ προσπαραινεῖσθαι ὑμῖν βασιλέα τε πάντως εὐθὺς ἑλέσθαι τινὰ, καὶ τούτῳ πολιτεύματι κεχρῆσθαι.» Λεχθέντων τούτων, ἅπαντες ἐπίστευσαν, καὶ τῆς ταραχῆς ἀπεπαύσαντο· εὐθέως τε ναὸν Κυιρίνῳ ᾠκοδόμησαν, καὶ πᾶσι μὲν ἐδόκει βασιλεύεσθαι, οὐ μέντοι καὶ ὡμοφρόνουν· οἵ τε γὰρ καταρχὰς Ῥωμαῖοι καὶ οἱ ἐκ τῶν Σαβίνων προσοικισθέντες, ἑκάτεροι ἐξ ἑαυτῶν βασιλέα γενέσθαι ἠξίουν· ἐκ τούτου τε ἀναρχία συνέβαινεν. Ἐνιαυτὸν γοῦν ὅλον ἡ σύγκλητος τὸ κῦρος τῶν κοινῶν εἶχε πραγμάτων, πενθήμερον ἀρχὴν τοῖς ἐπιφανεστάτοις τῶν βουλευτῶν ἐκ διαδοχῆς κατανέμουσα, οὓς μεσοβασιλεῖς ὠνόμασεν. 33 Exc. Salmas.: Νουμᾶς ὁ βασιλεὺς ἐκέλευσεν ἐν τοῖς ὑποδήμασι Ῥωμαίων τῶν πατρικίων τυποῦσθαι τὸ Ῥωμαϊκὸν κάππα, ὃ παρὰ τοῖς Ἕλλησιν ἐστὶ ῥὼ, οἳ διὰ τὸ τῶν κοινῶν ἐπιμελεῖσθαι πατέρων ἔσχον ἐπωνυμίαν. Ἐφόρουν οὖν οἱ πατρίκιοι τὰ καππάγια, ὡς οὐκ ἐξὸν ἄλλως ὁρᾶσθαι τῷ βασιλεῖ. (2) Ὁ αὐτὸς πρῶτος ἀπὸ χαλκοῦ καὶ σιδήρου ἐποίησεν ἀσσάρια, τῶν πρὸ αὐτοῦ δι' ὀστρακίνων καὶ σκυτίνων τὴν χρείαν πληρούντων, ἅπερ ἀπὸ τοῦ οἰκείου ὀνόματος νουμία ἐκάλεσε. Τὸ δεσμωτήριον (?) τὸ νούμερον καὶ τὰ ὀρύγματα οἱ ὑπόνομοι ἀπὸ τοῦ Νουμᾶ τοῦ βασιλέως ὀνομάζονται, ὡς πρώτου ἐπινοησαμένου αὐτά. 34 Exc. De ins.: Ὅτι Πρίσκος Ταρκύνιος ὁ τῆς Ῥώμης βασιλεὺς τριακοστῷ καὶ ὀγδόῳ τῆς βασιλείας ἔτει ὑπὸ τῶν Μαρκίου παίδων, τοῦ πρότερον δυναστεύσαντος τῆς Ῥώμης, ἀναιρεθεὶς, ὁμοῦ τε τῆς βασιλείας καὶ τοῦ βίου παύεται. 35 Ibid.: Ὅτι Σέρβιος Τούλλιος ἐπὶ βιωφελεστάταις πράξεσι κοσμούμενος, τετάρτῳ καὶ τεσσαρακοστῷ τῆς ἀρχῆς ἔτει διαφθείρεται, δολοφονηθεὶς ὑπὸ Ταρκυνίου Σουπέρβου, συνοικοῦντος μὲν τῇ αὐτοῦ Σερβίου θυγατρὶ Τουλλίᾳ, ἕλκοντος δὲ τὸ γένος ἀπὸ Ταρκυνίου Πρίσκου τοῦ πρὸ Σερβίου βασιλεύσαντος· συνεφαψαμένης, ὥς φασι, τῆς γυναικὸς τοῦ μιάσματος, καὶ χεῖρας ἐναγεῖς τῷ τοῦ πατρὸς 15 προσενεγκούσης φόνῳ. 36 Exc. De virt.: Ὅτι Ταρκύνιος Σούπερβος τῆς ἀρχῆς ἐπιλαβόμενος μετεκαίνισεν ἐπὶ τὸ αὐθαδέστερον, καὶ βαρυτέραν τὴν πολιτείαν ἀπέφηνεν, οἷα δὴ ἐκ τοιούτων παρελθὼν εἰς τὴν ἡγεμονίαν δραμάτων· τούς τε νόμους μεταθεὶς, καὶ ἄρχοντας παρὰ τὸ σύνηθες προβαλλόμενος, καὶ δι' αὐτῶν τὸν δῆμον αἰκιζόμενος, δεσμά τε καὶ μάστιγας, κλοιοὺς ξυλίνους καὶ σιδηροῦς, πέδας, ἀλύσεις, μέταλλα καὶ ἐξορίας ἐφευρών· φιλοπόλεμός τε εἰ καί τις ἄλλος πώποτε γέγονεν, ὑπερόπτης τε καὶ ἀλαζών· ὅθεν καὶ τὴν ἐπωνυμίαν ταύτην ἀπηνέγκατο· Σουπέρβους γὰρ τοὺς ὑπερηφάνους ὠνόμαζον Ῥωμαῖοι. 37 Exc. De insid.: Ὅτι Ταρκύνιος Σούπερβος ἤδη γέρων ὢν ἐκπίπτει τῆς δυναστείας, πάλαι μὲν ἀδήλως διὰ τὸν τρόπον μισούμενος, τότε δὴ καὶ νεύσαντος τοῦ πλήθους ἐς φανερὰν ἀπόστασιν τῇ τοῦ ὁμωνύμου παιδὸς ἀκολασίᾳ. Ὁ μὲν γὰρ ἔτυχεν τὴν Ἀρδεατῶν περικαθήμενος πόλιν καὶ (λ. δέκα) πρὸς τοῖς ρʹ σταδίοις τῆς Ῥώμης ἀπῳκισμένην. Ταρκύνιος δὲ, ὁ τοῦ βασιλέως ὁμώνυμος, Λουκρητίαν γυναῖκα, γένους παρὰ Ῥωμαίοις γνωριμωτάτου, Κολλατίνῳ συνοικοῦσαν, ἐμίανεν. Ἐπανελθούσης, καὶ τῷ πατρὶ τῇ τε λοιπῇ κατεμήνυσε συγγενείᾳ τῷ τε ἀνδρί, ἐπαρασαμένη τε πολλὰ τοῖς ἀφ' αἵματος, εἰ τὴν συμφορὰν αὐτῆς καταλείποιεν ἀτιμώρητον, σπασαμένη τὸ ξίφος,
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.