Unit 5 rem mid
Rem mid: Unit 5; lemma continues; reading with the letter.
Greek
πανοπλίᾳ γυμνάζοντες, οὐ μόνον τοὺς περιοίκους ἐληΐζοντο, ἀλλὰ καὶ τοῖς διοδευομένοις ξένοις ἐπαφιέντες τούτους, τῶν ἐπιφερομένων αὐτοὺς ἀφῃροῦντο φορτίων. Καὶ τοῖς μὲν δραπέταις οὐδὲν τῆς λείας παρεῖχον, αὐτοὶ δὲ πολλῶν γεγενημένοι κύριοι χρημάτων, ἐκράτουν μα νικῶς ἁπάσης τῆς Σικελίας. Οἱ γοῦν δραπέται τῇ σπάνει τῶν ἀναγκαίων βεβιασμένοι, τῇ τε τῶν ὅπλων θαρροῦντες ἀσκήσει, καὶ τῇ καθαρᾷ συνελαυνόμενοι δίκῃ, ἐπὶ τοὺς αὐθέντας τῶν δεινῶν μεταβάλλουσι τὰς χεῖρας, σύνθημα νυκτερινὸν ἐπαγγείλαντες παντὶ τῷ δουλικῷ πλήθει, Εὔνουν τέ τινα λεγόμενον δραπέτην, φύσει τε μιαρὸν καὶ πανοῦργον καὶ τῆς μυσαρᾶς μιαιφονίας αὐθέντην, βασιλέα ἀποδεικνύντες. Ἐπειδὴ δὲ οὗτος τῆς νυκτερικῆς ἐκείνης μανίας βασιλεὺς ὠνομάσθη, συνεσκεύαζε τὰς ἀρχὰς δορυφόρους τε πλείστους, καὶ τῶν δραμάτων ἄρχοντας ἀπεδείκνυ. Καὶ πάλαι μὲν τοῖς ἑαυτοῦ δεσπόταις ταῦτα τερατευόμενος ἐπήγγελτο· ἐπειδὴ δὲ τῆς ὀλεθρίας ἐπελάβετο δυναστείας, μυριάδας (τε) πλείους ἢ τεσσαράκοντα συναθροίσας, ἐν αὐτοῖς τοῖς οἴκοις ἀναιρεῖ τοὺς δεσπότας· τοὺς μὲν αἰκίαις ὑποβάλλων, τοὺς δὲ καὶ κατὰ τῶν 20 πλευρωμάτων ἀκοντίζων, ἑτέρους δὲ τῶν κεφαλῶν ζημιῶν διετίθει· γυναικῶν δὲ ὅσαι μὲν ἐν παρθενίᾳ ὑπῆρχον, συνηρπάζοντο δουλεύειν τοῖς δραπέταις ἠναγκασμέναι, ὅσαι δὲ τὸ πρὶν ἤδη τοῖς ἀνδράσι συνῴκουν, πρὸς βίαν ᾐσχύνοντο. Τοῦ δὲ πάθους καὶ ταῖς ἄλλαις πόλεσιν ἐπιδημοῦντος, μέλλοντός τε καὶ ἐπ' αὐτῇ ἐπιφοιτᾶν τῇ Ῥώμῃ, Πόπλιος Σκιπίων κατ' αὐτῶν στρατεύσας, τούτων τοὺς μὲν ἀναιρεῖ, τοὺς δὲ ὑπὸ ζυγὸν τίθησιν. 62 Ibid.: Ὅτι μετὰ τὴν τῶν ἀποστατῶν δούλων καθαίρεσιν, Σκιπίων Ἀφρικανὸς κατὰ τὸ βουλευτήριον Τιβέριον Γράκχον, ἄνδρα τῶν ἐν τέλει στρατηγῶν, νεωτέρων ἁπτόμενον καὶ τὸ δῆμον ἀνασείοντα, ξύλῳ παίσας κατέκτανεν. 63 Ibid.: Ὅτι ἐν τούτῳ τῷ χρόνῳ, ἐπαναστάντος τοῦ δήμου, Σκιπίων Ἀφρικανὸς φυγὰς τῆς πόλεως γίνεται, ζημιοῦται δὲ καὶ τὴν ἑαυτοῦ γυναῖκα σὺν παρθένῳ παιδὶ, καὶ τῆς οἰκίας ἅμα τοῖς ὑπάρχουσιν ἀποστερεῖται. Τὰ μὲν γὰρ πυρὶ κατεφλέχθη, τὰ δὲ ὑπὸ τοῦ δήμου διηρπάγη τε καὶ ἀνῃρέθη· ὡς δόγματι τῆς βουλῆς μετὰ ταῦτα ἐκ τοῦ δημοσίου μοῖραν οὐ μικρὰν τῷ ἀνδρὶ ἐπιδοθῆναι. 64 Ibid.: Ὅτι Ποπλίου Σκιπίωνος, ἐπίκλησιν Νασικᾶ, καὶ Καλπουρνίου Βεστίου ὑπατευόντων, αὖθις ἐς τὴν Λιβύην ἐπεραιοῦντο Ῥωμαῖοι, ἐναντία Ἰουγούρθα τῷ Νουμιδῶν δυνάστῃ πολεμήσοντες. Αἰτία δὲ τῆς πρὸς τὸν ἄνδρα διαφορᾶς τοιάδε τις ἦν. Μασσανάσης ἐγεγόνει κατὰ τοὺς ἄνω χρόνους βασιλεὺς τῆς Νουμιδίας, Ῥωμαίοις γεγονὼς πιστὸς σύμμαχος. Τούτῳ παῖδες γίνονται Μασθανάβαλλός τε καὶ Γολούσσας καὶ τρίτος Μιψίχας. Τελευτησάντων δὲ τῶν ἑτέρων νέων ἔτι, Μιψίχας χρόνοις ὕστερον τὴν βασιλείαν ἐκδέχεται· γενομένοις δὲ ἀφ' ἑαυτοῦ δύο παισὶ Ἀδερβάλλῳ τε καὶ Ἱεμψάλῳ, τὸ τῆς Νουμιδίας παραπέμπει τούτοις κράτος, συνάρχοντα τοῖς ἑαυτοῦ παισὶν ἀποφήνας τουτονὶ τὸν Ἰουγούρθαν, Μασθαναβάλλου μὲν τοῦ ἀδελφοῦ παῖδα τυγχάνοντα, τεχθέντα δὲ ἐκ παλλακίδος. Ὁ δὲ Ἰουγούρθας, τοῦ θείου μεταστάντος, οὐκ ἀγαπήσας τὴν οἰκείαν τῆς βασιλείας μοῖραν, ἐπιβουλεύει τοῖς περὶ τὸν Ἀδέρβαλλον, ἅμα τῷ παππῴῳ καὶ πατρῴῳ κλήρῳ καὶ τὴν πρὸς Ῥωμαίους εὔνοιάν τε καὶ φιλίαν διαδεξαμένοις, καὶ διαφθείρας τοὺς ἄνδρας, αὐτὸς ἁπάσης παρανόμως ἐκράτει τῆς Νουμιδίας. Ἐδόκει δὴ οὖν τῷ δήμῳ μὴ περιορᾶν ἀνδρῶν ἀνέκαθεν φίλων τε καὶ συμμάχων συμφορὰν, ἀλλ' ἀμύνειν πάσῃ δυνάμει· καὶ δὴ στρατεύειν ἐπ' αὐτὸν ἅτερος τῶν ὑπάτων Βεστίας προστάττεται· ὃς τοῖς δώροις τοῦ Ἰουγούρθου διαφθαρεὶς, εἰς διαλλαγὰς αἰσχράς τε καὶ τῆς Ῥωμαίων δυνάμεως ἀναξίας ἀφίκετο. Ταύτας οὖν διαλῦσαν καὶ ἀκύρους εἶναι ψηφισάμενον τὸ συνέδριον, ἀπαλλάττει τῆς ἀρχῆς τὸν Βεστίαν, ἡγεμόνα δὲ τῷ κατόπιν ἐνιαυτῷ τοῦδε τοῦ πολέμου Σπόριον Ποστούμιον Ἀλβῖνον ἀποδείκνυσιν. Ἐπειδὴ δὲ καὶ οὗτος ἀμαθῶς τε καὶ λίαν ἀσθενῶς διὰ τοῦ ἀδελφοῦ τοῖς ἐναντίοις προσεπολέμησεν, ἥττων τῶν βασιλικῶν χρημάτων γενόμενος, τρίτον Κόϊντον Κεκίλιον Μέτελλον τὸν ὕπατον ἐπὶ τὸν αὐτὸν τοῦτον ἐκπέμπει πόλεμον. Ὃς ἀφικόμενος τὴν μὲν στρατιὰν διεφθαρμένην ὑπὸ τῆς κακίας τῶν ἔμπροσθεν ἡγησαμένων, φρονήματι γενναίῳ καὶ μετρίᾳ τῶν ἁμαρτανομένων ἐπανορθώσει πρὸς τὸν Ῥωμαϊκὸν ἐπανήγαγε κόσμον, οὐδὲν ἀπηνὲς οὐδὲ πικρὸν ἐς οὐδένα τῶν ὑπηκόων εἰρ γασμένος· τὸν δὲ Ἰουγούρθαν συχναῖς ἐταπείνωσε μάχαις, πόλεις τῶν Νουμιδῶν πολλὰς κατὰ κράτος ἐξελὼν, καὶ τῶν ἐλεφάντων τοὺς μὲν διαφθείρας,
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.