Unit 5 rem early
Rem early: Unit 5; lemma and argument toward the thesis.
Greek
πάρεδρον ἑαυτῷ κατεστήσατο. Μακεδόνας δὲ καὶ Ἰλλυριοὺς, τῆς πρόσθεν δουλείας ἀπηλλαγμένους, ἐλευθέρους εἶναι καὶ αὐτονόμους προστάττει τὸ συνέδριον, δασμόν τε φέρειν βραχὺν, καὶ πολλῷ τινι τοῦ πάλαι κομιζομένου τοῖς ἑκατέρων βασιλεῦσι καταδεέστερον· ὡς ἂν ὁμολογοῖτο πρὸς ἁπάντων Ῥωμαίους τῶν ὑπαρξάντων εἰς αὐτοὺς ἀδικημάτων ἤπερ ἐφέσει τῆς Μακεδονικῆς ἡγεμονίας ἐξενηνοχέναι τὸν πόλεμον. Ὁ γὰρ Αἰμίλιος ἐς τὴν ἁπάντων τῶν παρόντων ἀκοὴν (ἦσαν δὲ πολλοὶ ἐκ πολλῶν ἐθνῶν συνειλεγμένοι) τὸ τῆς βουλῆς ἐξενεγκὼν δόγμα ἐλευθέρους εἶναι τοὺς ἄνδρας ἀπεφήνατο· τούς τε παρ' αὐτὸν ἀφικομένους τῶν Εὐρωπαίων πρέσβεις εἱστία πολυτελῶς, τῇ λαμπρότητι τοῦ συμποσίου φιλοτιμούμενος. Ἔλεγε γὰρ δὴ τῶν αὐτῶν ἀνδρῶν εἶναι, τῷ τε πολέμῳ κρατεῖν, καὶ ταῖς παρασκευαῖς τῶν συμποσίων ἐπιμελεῖς τε καὶ φιλοτίμους φαίνεσθαι. 58 Exc. De ins.: Ὅτι Ἀντίοχος (sc. ὁ Ἐπιφανὴς), ὁ τῆς Συρίας βασιλεὺς, τοῦ Σελεύκου (sc. τοῦ Φιλοπάτορος) τοῦ ἀδελφοῦ παῖδα ὑποτοπήσας διέφθειρεν· ἑτέροις τὸν τούτου φόνον ἐπενεγκὼν, οὓς δὴ καὶ διὰ φόβον διεχρήσατο· αὖθίς τε πρὸς Πτολεμαῖον (sc. τὸν Φιλομήτορα) στρατεύει, ἀναπαλαίειν ταῖς συνθήκαις ἐπιχειροῦντα. Καὶ πολεμήσας αὐτῷ κατὰ τὸ Πηλούσιον, κρατήσας τε παντελῶς τοῖς ὅπλοις, φυγεῖν ἐπὶ τὴν Ἀλεξάνδρειαν ἠνάγκασεν. Καὶ ὁ μὲν Πτολεμαῖος οὐ προσδεχθεὶς ὑπὸ τῶν Αἰγυπτίων, προσφεύγει τῷ γαμβρῷ Ἀντιόχῳ· ὁ δὲ τοῦτον πάλιν εἰς τὴν βασιλείαν ἀποκαθίστησιν· ἐκεῖθέν τε κατὰ Ἰουδαίων ὁρμήσας, αἱρεῖ μὲν αὐτῶν τὸ ἄστυ, καὶ τοὺς θησαυροὺς ἅπαντας καὶ τὰ ἱερὰ σκεύη, καὶ τοὺς ναοὺς συλήσας συνέχεε τὰ τοῦ ἔθνους νόμιμα, δειναῖς τε 19 τιμωρίαις τοὺς ἄνδρας ὑποβαλὼν, ἑλληνίζειν ἠνάγκαζε· τόν τε πάτριον αὐτῶν ἀφελόμενος κόσμον, ∆ιὸς Ὀλυμπίου ἀνέστησεν ἄγαλμα· ἐντεῦθέν τε ὡς ἐπὶ τὴν Σαμάρειαν ἀνῆλθε, καὶ ∆ιὸς ξενίου τέμενος ᾠκοδόμησεν. Καὶ Ματθίας Ἀσμωνίου παῖς τὴν ἱερατείαν παρείληφεν ἐν Ἱερουσαλὴμ, καὶ τοὺς Ἀντιόχου στρατηγοὺς διεχρήσατο. Ἀλλ' ὁ μὲν ἀπὸ Σαμαρείας οἴκων *, αὐτόν τε τὸν Ματθίαν ἀναιρεῖ, καὶ τοὺς λεγομένους Μακκαβαίους κολάζει, τό τε ἱερὸν χοιρείοις αἵμασι βεβηλοῖ, καὶ στρατηγοὺς ἰδίους ἄρχειν τοῦ ἔθνους καθίστησιν. Αὐτός τε ἐπὶ τὴν Συρίαν ἀνελθὼν μεταλλάττει τὸν βίον, Ἀντιόχου τοῦ Εὐπάτορος τὴν ἀρχὴν διαδεξαμένου. 59 Ibid.: Ἐπειδὴ δὲ ∆ημήτριος Ἀντιόχου τοῦ Ἐπιφανοῦς υἱὸς παρὰ Ῥωμαίοις ὁμηρεύων, τὸν τοῦ πατρὸς ἐπύθετο θάνατον, καὶ τὴν βασιλείαν πρὸς τοῦ Εὐπάτορος ἁρπαγεῖσαν, ἱκετεύσας τὴν βουλὴν, καὶ πολλῆς ἐπικουρίας τυχὼν, ἐπὶ τὴν Συρίαν ἐπανέρχεται. Καὶ κατακτείνει μὲν τὸν Εὐπάτορα δύω ἔτεσιν ἐπιτρυφήσαντα, ἀναλαμβάνει δὲ τὴν βασιλείαν· καὶ σύμμαχος τοῦ Ῥωμαίων γένους κληθεὶς, βεβαίας ἀπήλαυσε τῆς ἡγεμονίας. Ἐνιαυτοὺς δὲ βʹ πρὸς τοῖς δέκα βιώσας, ὑπ' Ἀλεξάνδρου δολοφονεῖται, τοῦ καὶ τὴν ἀρχὴν διαδεξαμένου. 60 Ibid.: Ὅτι κατὰ τὴν Ἰβηρίαν Βορίανθος (deb. Βυρίατθος) ἦν ἀνὴρ ἀφανὴς τὸ γένος, εὐτελής τε τὴν ἐπιτήδευσιν, οὐδὲν ὅτι μὴ ποιμὴν τὸ κατ' ἀρχάς· οὗτος μετὰ ταῦτα λῃστρικοῦ τινος ἡγήσατο τάγματος· τελευταῖον τοσαύτην περιεβάλετο δύναμιν, καὶ τοσαῦτα κοινωνῆσαί οἱ τῆς ἐπιχειρήσεως ἀνέπεισε γένη, ὡς ἀξιόμαχος νομισθῆναι Ῥωμαίοις, ἱκανός τε πρὸς τὴν ἀρχαίαν καὶ πάτριον τοὺς Ἴβηρας ἐπαναγαγεῖν πολιτείαν. Πρῶτος γοῦν Κόϊντος Κεκίλιος Μέτελλος ἐπὶ τόνδε τὸν πόλεμον στρατηγὸς ἐκπέμπεται, ὃς ἄριστα καὶ τῆς Ῥωμαίων δυνάμεως ἀξίως τοῖς ἀποστᾶσι Κελτιβήρων προσεπολέμησε. Μηκυνομένου δὲ παρ' ἐλπίδα τοῦ πολέμου, Κόϊντος Πομπήϊος αὖθις στρατηγὸς ἐξέπλει, μεθ' ὃν Κόϊντος Καιπίων ἐπὶ τὸν αὐτὸν ἐξεπέμφθη πόλεμον. Ὧν μάλιστα πάντων ἕνεκα δείσαντες οἱ βάρβαροι, κτείνουσι τὸν Βορίανθον, τέσσαρα καὶ δέκα Ῥωμαίοις ἔτη ἐναντίως πολεμήσαντα· ταύτῃ προσάγεσθαι τὸν ἡγούμενον τῆς Ῥωμαϊκῆς στρατιᾶς εἰς εὔνοιαν αὐτῶν καὶ φειδὼ λογισάμενος. Καὶ δὴ ἀφικόμενοι τῶν αὐθεντῶν τοῦ Βοριάνθου τινὲς ἆθλα τῶν περὶ τὸν ἄνδρα πεπραγμένων ἠξίουν παρὰ τοῦ ὑπάτου κομίζεσθαι. Οἷς ὁ Καιπίων ἀποκρίνεται, μηδαμῶς εἶναι Ῥωμαίοις ἔννομον ἐπαινεῖσθαι τὰς κατὰ τῶν στρατηγῶν τοῖς ἀρχομένοις ἐπιχειρουμένας ἐπιβουλάς. 61 Ibid.: Ὅτι ἐπὶ ὑπάτων Γαΐου Κεκιλίου Μετέλλου καὶ Γναίου Κάρβωνος, ἐπὶ τῆς ρξζʹ Ὀλυμπιάδος ὁ δουλικὸς πόλεμος ἐγένετο ἐν Σικελίᾳ. Οἱ γὰρ ταύτην νεμόμενοι τὴν χώραν, πολλῇ τῶν ἐπιτηδείων ἐντρυφῶντες δαψιλείᾳ, οὐ σταθμητὸν ἐκτήσαντο δούλων πλῆθος, πρός τε τὰς τῶν ἀγρῶν ἐξασκοῦντες αὐτὸ τριβὰς, καὶ τῇ
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.