Unit 6 rem mid
Rem mid: Unit 6; lemma continues; reading with the letter.
Greek
ᾤχοντο. (4) Καὶ ὁ μὲν Πομπήιος σὺν τοῖς ἀπὸ τῆς βουλῆς ἐνταῦθα δυνάμεις ἤθροιζε, καὶ τὰ πρὸς τὸν πόλεμον ἐξηρτύετο. Καῖσαρ δὲ παρελθὼν εἰς τὴν Ῥώμην, οὐδενὸς ἐναντιουμένου, καὶ ἀποδείξας ἑαυτὸν δικτάτωρα, τούς τε δημοσίους θησαυροὺς ἀναρρήξας εἰς τοὺς στρατιώτας ἐκένωσεν, καὶ εὐθέως πρὸς τὰς ἐν Ἰβηρίᾳ δυνάμεις τοῦ Πομπηίου τρέπεται, ὡς μηδεὶς ὑπολείποιτο κατὰ νώτου πολέμιος. 5. Ἐπειδὴ γὰρ ὁ Πομπήιος ἔγνω προκατειλῆφθαι τὰ ἐν Ἰβηρίᾳ, ἐπὶ τὸ Βρεντήσιον στρατοπεδεύσας, ἐς χεῖρας τῷ Καίσαρι γίνεται. ∆ιαμαρτήσας δὲ τῆς ἐλπίδος, αὖθις ἐπὶ τὸ ∆υρράχιον καταφεύγει, πολύν τε διατρίψας χρόνον, ἅπαντα τὰ τοῦ πολέμου παρεσκευάζετο, καίτοι πρὸς μικρὸν ἀναβαλλόμενος ἐπεξελθεῖν τῷ πολέμῳ (πολεμίῳ?) ἕνεκεν σημείων τινῶν. 6. Αἱ μὲν οὖν Ῥωμαίων δυνάμεις μετέωροι πρὸς τὴν κατ' ἀλλήλων διέκειντο μάχην· ἥ τε σύγκλητος τὰ δίκαια τῆς Ῥώμης κατὰ τὴν Θετταλονίκην μεταγαγοῦσα, προεκάθητο τῶν πραττομένων· αὐτός τε Καῖσαρ καὶ Πομπήιος διὰ τῶν ὅπλων ἐκρίνοντο. 7. Τρεῖς δ' οὖν στρατιὰς ἐνταῦθα καὶ μεγάλας Καῖσαρ καταγωνισάμενος, ὑφ' ἡγεμόσι ταττομένας Λουκίῳ τε Ἀφρανίῳ καὶ Μάρκῳ Πετρονίῳ (λ. Πετρηίῳ) καὶ Μάρκῳ Βάρωνι, ἐν οὐ πολλῷ χρόνῳ, διὰ μάχης ἐλθὼν τῷ Πομπηίῳ φεύγει τὸ πρῶτον ἐλαττωθεὶς, καὶ μικρὸν ἀποσχὼν ἐλαττωθῆναι παντάπασιν· οὐ γὰρ ἂν ὑπεξέδυ τὸ κακὸν, εἰ μὴ νὺξ ἐπιγενομένη τῷ ἔργῳ, τὸν μὲν ἅμα τοῖς ὑπολειπομένοις τῶν οἰκείων διέσωσε, Πομπήιον δὲ τὴν στρατιὰν ἀπάγειν θᾶττον ἢ δεῖ παρεσκεύασε, κατὰ σκότος ποιεῖσθαι τὴν δίωξιν οὐ προελόμενον. Φασὶ γοῦν τὸν Καίσαρα παρ' ὅσον ἦλθε κινδύνου λογιζόμενον, πολλάκις εἰπεῖν, ὡς μάχεσθαι μὲν ἀγαθὸς εἴη Πομπήιος, νικᾶν δὲ ἀμαθῶς ἔχοι· οὐ γὰρ ἐν ἑτέρῳ χρόνῳ ἢ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γεγενῆσθαι τοῖς ἐναντίοις ἁλώσιμος. Μετὰ δὲ τοῦτο, πόλεως Θεσσαλικῆς Φαρσάλου πλησίον, μεγάλας αὖθις ἑκάτεροι δυνάμεις ἀγείραντες, συνῄεσαν. Πομπηίῳ μὲν οὖν τέσσαρες μυριάδες ὁπλιτῶν ἦσαν, καὶ ἱππεῖς πλείους ἢ τετρακισχίλιοι, καθ' ἑκάτερον τῶν κεράτων νενεμημένοι· πρὸς δὲ τούτοις τὸ ἐξ ἁπάντων τῶν ἑῴων ἐθνῶν συμμαχικὸν, καὶ πᾶν ὃ ἦν ἐπίσημον Ῥωμαίων εἵπετο, οἵ τε ἀπὸ τῆς βουλῆς, πλῆθος οὐκ εὐαρίθμητον ὂν, συνετάττοντο· ἐν οἷς στρατηγικοί τε καὶ ὑπατικοὶ ἄνδρες ἦσαν, πολλῶν ἤδη στρατοπέδων ἐξηγησάμενοι, καὶ πολλοὺς διαπεπραγμένοι πολέμους. Καίσαρί γε μὴν οὐδὲ ὅλαι τρεῖς μυριάδες ἀπεπλήρουν τὴν φάλαγγα, καὶ οἱ ἱππεῖς χίλιοι. Οὐδεπώποτε δὲ τοσαίδε Ῥωμαϊκαὶ συνῆλθον ἐς τὸ αὐτὸ δυνάμεις, οὐδὲ ὑπὸ βελτίοσιν ἡγεμόσι ταττόμενα· αἳ ῥαδίως ἂν ἅπασαν ἐσχατιὰν τῆς γῆς ὑποκύψαι Ῥωμαίοις ἠνάγκασαν, εἰ πρὸς ὀθνείους ἀλλὰ μὴ πρὸς ἐμφυλίους ἀγῶνας ἤχθησαν. 8. Τότε δ' οὖν συνελθόντες ἐμάχοντο καρτερῶς, οὐδέτεροι διά τε ἀρετὴν καὶ τὴν εἰς τοὺς ἐναντίους ἀπέχθειαν εἴκοντες. Πολλῆς τε διαφθορᾶς ἀφ' ἑκατέρων γενομένης, τέλος οἱ περὶ τὸν Πομπήιον ἐκλείπουσι, καὶ πολλοὶ μὲν αὐτοῦ πίπτουσι, πολλοὶ δὲ σποράδες ἀπεχώρουν, τὸ στρατόπεδον ἔρημον διαρπάσαι τοῖς ἐναντίοις παραδόντες. Αὐτὸς δὲ Πομπήιος ὀλίγοις ἅμα τῶν ἑταίρων καὶ τοῖς φιλτάτοις ἀπεχώρει, Αἴγυπτον καταλαβεῖν ἐν σπουδῇ ποιούμενος, ὡς ἂν δοθείη οἱ πρὸς τοῦ τότε δυναστεύοντος ὠφέλεια, οὗπερ δὴ πάλαι τὸν πατέρα ὑπὸ τῶν πολιτῶν φυγαδευθέντα εἰς τὴν βασιλείαν ἀποκατέστησεν. 9. Ὁ δὲ Πτολεμαῖος ἀναπεισθεὶς ὑπὸ Θεοδότου τοῦ Χίου, πονηροῦ τὸν τρόπον ῥήτορος, τῆς τῶν κρατούντων γενέσθαι μοίρας, ἐν οὐδενὶ δὲ θέσθαι τὰ τῶν φίλων ἀτυχούντων· πρὶν καταπλεῦσαι μηδὲν μήτ' εἰπόντα μήτε ὀδυρόμενον ἀναιρεῖ τὸν Πομπήιον. Ὡς γὰρ 25 ᾔσθετο ὅτι οὔτε λαθεῖν οὔτε διαφυγεῖν δύναται, συνεκαλύψατο ἅμα καὶ ἀπώλετο. Ἀνοσίᾳ τε πράξει μεῖζον ἔτι προστιθεὶς ὁ Πτολεμαῖος ἀσέβημα, τῆς κεφαλῆς ἀφαιρεῖται τὸν ἄνδρα. 10. Μετὰ δὲ τὸ πάθος τοῦ Πομπηίου παρῆν εὐθὺς καὶ ὁ Καῖσαρ ἐς Αἴγυπτον, πάλαι μὲν διώκων τὸν πολέμιον, τότε δὲ ὡς παρὰ φίλον τὸν Πτολεμαῖον ἀφιγμένος. Ὁ δὲ ἄρα παραπλήσια καὶ κατὰ τοῦ Καίσαρος ἐβουλεύετο, ἀνελεῖν τὸν ἄνδρα λόχῳ διεγνωκώς. Ἀνοιχθείσης δὲ τῆς ἐπιβουλῆς, πολέμιος ὁ Πτολεμαῖος ἀναφαίνεται, καὶ διὰ μάχης ἐλθὼν τοῖς Ῥωμαίοις, κατ' αὐτὸν τὸν ἀγῶνα διαφθείρεται. Μικρὸν γοῦν ὕστερον ἐν τοῖς νεκροῖς ἀνευρέθη κρικωτὸν θώρακα χρυσοῦν περικείμενος. Αἴγυπτον δὲ Καῖσαρ ἑλὼν, Κλεοπάτρᾳ τὴν ἀρχὴν παραδίδωσιν, ἀδελφῇ μὲν τοῦ πρότερον βασιλεύοντος οὔσῃ, ἀπὸ δὲ τῆς ὥρας αὐτῷ τοῦ σώματος ἐγνωσμένῃ. Φασὶ γὰρ αὐτὴν τῷδε πρώτῳ Ῥωμαίων ἐς κοινωνίαν λέχους ἐλθεῖν. Ἐνδημοῦντος δὲ διὰ ταύτην τοῦ Καίσαρος ἐν Αἰγύπτῳ, λόγος κατέσχε
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.