Unit 6 rem close
Rem CLOSEOUT: Unit 6 CLOSEOUT.
Greek
τὸ πλῆθος, ὡς καὶ ἐπανάστασιν αὐτῷ παρὰ τῶν ἐγχωρίων γενέσθαι, καὶ πολλὰς μυριάδας ὑπὸ τῶν Ῥωμαϊκῶν ὅπλων ἐντεῦθεν διαφθαρῆναι. 11. Ὁ δὲ Καῖσαρ ἀκούσας τὸν Μιθριδάτου παῖδα Φαρνάκην αὖθις νεωτερίζειν ἀρξάμενον, ἀπῆρε μὲν ἀπὸ τῆς Αἰγύπτου· καὶ καταστρατευσάμενος ἐπ' αὐτὸν, καὶ περικλείσας ἐν τόπῳ τινὶ τῆς Θετταλίας, πρὸς αὐτόχειρα θάνατον τοῦτον ἐλθεῖν ἠνάγκασεν, ἐς ταύτην αὐτὸν ἀγαγὼν τὴν τελευτὴν τοῦ βίου, ἐς ἣν αὐτὸς πρότερον τὸν πατέρα συνήλασεν. 12. Ἐπειδὴ ταῦτα διαπραξάμενος ἐπανῆλθεν ἐς τὴν Ῥώμην, τρίτον ἑαυτὸν ὕπατον ἀνειπὼν, καὶ κοινωνὸν τῆς ἀρχῆς προσελόμενος Μάρκον Αἰμίλιον Λέπιδον, ὃς κατὰ τὸν ἔμπροσθεν ἐνιαυτὸν ἵππαρχος ἦν αὐτῷ κατὰ μοναρχίαν ἐξηγουμένῳ, πολλούς τε τῶν Πομπηιανῶν ἀνακαλεσάμενος, τῷ τε δήμῳ Ῥωμαίων μεγάλας δωρεὰς καὶ ἀφέσεις χρεῶν χαρισάμενος, στρατηγούς τε τῶν ἀναγκαίων ἐπιμελητὰς, καὶ ἱερεῖς ὑπὲρ τὸ νενομισμένον καταστήσας τῇ πόλει, τούς τε ἱππέας καὶ ἑκατοντάρχας ἄλλους τέ τινας καταλέξας, Σαλουστίῳ τὴν πολιτικὴν διοίκησιν καταλιμπάνει καὶ τοὺς γεγηρακότας στρατιώτας, αὐτός τε ἐπὶ τὴν Λιβύην ἐπεραιοῦτο, ἔνθα τὸ πολὺ καὶ γνωριμώτατον τῆς Ῥωμαϊκῆς εὐγενείας συνελθὸν, συμμάχῳ τε χρώμενον Ἰώβᾳ τῷ βασιλεῖ τῶν Μαυρουσίων, ἀνενεοῦτο τὸν πόλεμον. 13. Ἡγοῦντο δὲ τῶν συνεληλυθότων ἐνταῦθα Ῥωμαίων Πόπλιος Κορνήλιος, Σκιπίωνος Ἀφρικανοῦ γεγονὼς, κηδεστὴς δὲ Πομπηίου τυγχάνων, καὶ Μάρκος Πετρήιος καὶ Κόϊντος βάρος, καὶ Μάρκος Πόρκιος Κάτων ὁ φιλόσοφος, καὶ Κορνήλιος Φαῦστος Σύλλου τοῦ μοναρχήσαντος παῖς ὤν· οἷς ἀντιταξάμενος ὁ Καῖσαρ μετὰ πολλὰς προσβολὰς καὶ διαφόρους τῶν πραττομένων τύχας, κρατεῖ παντάπασιν· ὡς Κάτωνα μὲν καὶ Σκιπίωνα, Πετρήιόν τε καὶ Ἰώβαν αὐτόχειρας σφᾶς αὐτοὺς ἀνελεῖν, Φαῦστόν τε τὸν παῖδα Σύλλου συνοικοῦντα θυγατρὶ Πομπηίου, πρὸς αὐτοῦ διαφθαρῆναι τοῦ Καίσαρος. 14. Ἐνιαυτὸν δὴ οὖν ὕστερον ἀναστρέψας ἐπὶ τὴν Ῥώμην ὁ Γάϊος, τέταρτον ἑαυτὸν ἀπέδειξεν ὕπατον, καὶ τὰς δυνάμεις ἀναλαβὼν, εὐθὺ ἐπὶ τὰς Ἰβηρίας ἐχώρει. Οἱ γὰρ δὴ τοῦ Πομπηίου παῖδες, ἑαυτοῖς τε καὶ τῷ πατρὶ καθεστῶτες ὁμώνυμοι, Γναῖος Πομπήιος καὶ Σέξτος Πομπήιος, μεγάλας ἐγείραντες αὖθις δυνάμεις, ἀνενεοῦντο τὸν πόλεμον. Ἐπεὶ γοῦν Καῖσαρ ἀφίκετο, πολλαὶ μὲν καὶ καρτεραὶ συνίσταντο μάχαι· ἐσχάτη δὲ πόλεως Μούνδης πλησίον γίνεται· καθ' ἥν φασι παρὰ τόσον ἐλθεῖν κινδύνου τὸν Καίσαρα, ὡς παρερρηγμένης ἤδη τῆς οἰκείας φάλαγγος, σπάσαι καθ' ἑαυτοῦ τὸ ξίφος, τεθνάναι βουλόμενον πρὶν μετὰ τοσήνδε τῶν πολεμικῶν ἔργων δόξαν, ὑπὸ χεῖρα δύω μειρακίων πέσοι ἀνὴρ ἤδη πρὸς γῆρας σχεδὸν ἀφιγμένος. Ἀνακαλεσάμενος δὲ ὅμως τοὺς φεύγοντας, καὶ τὰς τάξεις ἀνανεωσάμενος, ἐπιπίπτει τοῖς ἐναντίοις, καὶ κρατεῖ περιφανῶς. Τῶν δὲ Πομπηίου παίδων ὁ μὲν πρεσβύτερος ἐν τῇ παρατάξει διαφθείρεται, ὁ δὲ νεώτερος ἀγαπητῶς διασώζεται. 15. Ὁ τοίνυν Καῖσαρ, ἁπάντων ἤδη τῶν ἐμφυλίων πολεμίων (λ. 26 πολέμων) κατειργασμένων, ἐπὶ τὴν Ῥώμην ἀνεστρέφετο, τό τε φρόνημα ταῖς συνεχέσιν ἀνδραγαθίαις ἐξωγκωμένος, καὶ παρὰ τὸ σύνηθες τῇ Ῥωμαίων ἐλευθερίᾳ πρὸς τοὺς ἐντυγχάνοντας ἀλαζονευόμενος. Ἐπεὶ γοῦν τάς τε τιμὰς καὶ τὸ κῦρος τοῦ δήμου παρελόμενος αὐτὸς ἐπέτρεπεν οἷς ἐβούλετο, καὶ, τῆς βουλῆς πρὸς αὐτὸν ἰούσης, οὐχ ὑπανίστατο, ἀλλὰ βασιλικοῖς εἴτε, ἀληθέστερον εἰπεῖν, τυραννικοῖς χαίρων δῆλος ἦν ἐπιτηδεύμασιν (εἰκόνας τε γὰρ καὶ ἀνδριάντας καὶ ἀνιδρύματά τινες αὐτῷ τῶν κολάκων προσέφερον, ἄλλοι τε καὶ βασιλέα προσηγόρευον), οὕτω τοίνυν πάντων τῶν ἐν μνήμῃ Ῥωμαίων κρείττων φανεὶς, διὰ τὴν ὑπὲρ ἄνθρωπον δύναμιν θεὸς ὠνομάσθη. Εἰσὶ δὲ ἀπὸ τῶν Τρωϊκῶν ἐπὶ Ἰούλιον Καίσαρα ἐνιαυτοὶ χίλιοι ρκδʹ. 16. Ἐπεὶ δὲ Καῖσαρ ὑπερόγκῳ φρονήματι ἐς τὴν σύγκλητον διεγένετο, βουλεύουσι κατ' αὐτοῦ θάνατον, φθόνῳ τε τοῦ προσήκοντος καὶ μίσει τοῦ προτετιμημένου, ἄνδρες ὑπὲρ ξʹ τῶν τε ἀπὸ τῆς συγκλήτου καὶ τῶν ἐς τοὺς ἱππέας τελούντων, ὅρκῳ τὴν κατ' αὐτοῦ σύστασιν βεβαιωσάμενοι. Ἐνῆγον δὲ ἄρα μάλιστα πάντων τοὺς συνωμότας ἐς τὴν ἐπιχείρησιν Βροῦτοι δύω, γένους ὄντες ἀνέκαθεν αὐστηροτάτου· ἐς γὰρ δὴ τὸν παλαιὸν Βροῦτον τοῦ αἵματος ἀνέφερον τὴν ἀρχὴν, ὃς τοὺς τυράννους ἐν τοῖς ἀνωτάτω χρόνοις ἐκβαλὼν, πρῶτος ἀπεδείχθη παρὰ Ῥωμαίοις ὕπατος. 17. Καίτοι φασί τινες δημοτικοῦ γεγενῆσθαι πατρὸς αὐτοὺς, ἄρτι καὶ πρώην ἐς ἄρχοντας παρεληλυθότος· οὐ γὰρ τῷ παλαιῷ γε Βρούτῳ λειφθῆναι
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.