Historia Chronike · §u07-rem-close

Unit 7 rem close

Rem CLOSEOUT: Unit 7 CLOSEOUT.

Greek

σφέτερα ἔθη μεθιστάντων, τοὺς πλείονας ἐξήλασε. (5) Τοιοῦτος οὖν τις ὢν, αἰφνιδίως εἰς τὴν χείρονα γνώμην μετεβλήθη, ὥστε αὐτὸν καὶ παραφρονεῖν νομισθῆναι καὶ ὑπό τινος ἐλαύνεσθαι δαιμονίου. Πολλοῦ τε πάθους αἴτιος τοῖς Ῥωμαίοις ἐγένετο, κοινῇ τε καὶ ἰδίᾳ προσαναλίσκων τοὺς ἄνδρας. (6) Ἔδοξε γὰρ αὐτῷ τὰς τῶν κυνηγίων θέας τῆς πόλεως ἀπελάσαι. Καὶ διὰ τοῦτό τινες ἔξω ταύτας τελεῖν πειραθέντες, αὐτοῖς συνδιεφθάρησαν τοῖς θεάτροις ἔκ τινων σανίδων εἰργασμένοις. (7) Ὁ αὐτὸς τὰς τῶν ἐπισήμων ἀνδρῶν ἐνυβρίζων γυναῖκας, ἅπαντα δι' αὐτῶν τὰ κοινὰ κατεμάνθανε, καὶ πρός γε συνεργοὺς αὐτὰς τῶν μιαρῶν πράξεων, ὡς καὶ γαμηθησομένας, ἐποιεῖτο. Ἐπὶ τούτοις τε Μουκίαν καὶ τὸν ταύτης ἄνδρα ἅμα δυσὶ θυγατράσιν ἀνεῖλε διὰ τὴν πρὸς τὴν αὐτοῦ μητέρα φιλίαν. (8) Σεϊανόν τε, ἄνδρα ὑπ' αὐτοῦ τε καὶ τῆς βουλῆς ἐπὶ τοῖς μεγάλοις ἀξιώμασι προαχθέντα, αὐτοκράτορά τε ψηφισθέντα, παρὰ τὰς ἁπάντων ἐλπίδας διέφθειρεν. Ὃν γὰρ αὐτὸς καὶ παῖδα καὶ διάδοχον ἐκάλει, τοῦτον ἕλκεσθαι διὰ τῆς ἀγορᾶς παρεσκευάκει· καὶ ὃν ἅπαντες οἱ τῆς βουλῆς ἐδορυφόρουν, τοῦτον ἐκ τοῦ συνεδρίου ἐπὶ τὸ δεσμωτήριον ἀπήγαγον, ἀντὶ στεφάνου δεσμὰ καὶ ἀντὶ ἁλουργίδος τριβώνιον περιθέντες· ὡς καὶ διὰ τούτου ἄν τις τὴν ἀνθρωπείαν ἀσθένειαν κατεῖδε. Σεϊανὸς μὲν δὴ, μέγιστον τῶν πρὸ αὐτοῦ 30 δυνηθεὶς, τοιοῦτον ἔσχε τέλος. (9) Φίλοι δὲ αὐτοῦ καὶ συγγενεῖς ἀδίκως διεφθείροντο. Ὡς τοσοῦτον ἐκλεῖψαι τὴν σύγκλητον, ὥστε μηδὲ ἐς τὰς κατ' ἔτος ἀρχαιρεσίας διαρκεῖν. Παρακαλούμενός τέ ποτε ὑπὸ τῶν φίλων τοῦτο δὴ τὸ ἀρχαῖον ἐφθέγξατο· Ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί. Πολλάκις δὲ καὶ τὸν Πρίαμον ἐμακάρισεν, ὅτι μετὰ τῆς πατρίδος ἀπώλετο καὶ τῆς βασιλείας. (10) Οὕτω τοίνυν τὴν ἀρχὴν διῳκήσατο, φοβερᾷ μὲν ὠμότητι, μυσαρᾷ δὲ πλεονεξίᾳ, αἰσχρᾷ τε ἡδυπαθείᾳ χρησάμενος. Καὶ στρατεύσας κατὰ Περσῶν ἐπὶ συνθήκαις ὑπέστρεψεν. Suidas v. Τιβέριος. «Ἄριστος δὲ ὑπάρχων ἐν νεότητι καὶ πρὸς γῆρας ἐλθὼν αἰφνίδιον εἰς τὴν χείρονα μετεβλήθη γνώμην, ὥστε καὶ παραφρονεῖν αὐτὸν νομισθῆναι καὶ ὑπὸ δαίμονος ἐλαύνεσθαι πρὸς πᾶσαν ἀνοσιουργίαν τε καὶ μανίαν καὶ οἰστρηλασίαν, οὐ μόνον ἐν τοῖς κατὰ φύσιν, ἀλλὰ καὶ ἐν τοῖς παρὰ φύσιν, καὶ ἐν πάσῃ ἀδικίᾳ καὶ τυραννίδι. Οὕτω δὲ μεταπεσὼν εἰς κακίαν καταστρέφει τὸν βίον.» Suid: Τιβέριος, Ὀκταβίου υἱὸς, βασιλεὺς Ῥωμαίων, ἐμπλήκτως καὶ ἀνοήτως τὴν ἀρχὴν διῳκήσατο, φοβερᾷ μὲν ὠμότητι, μυσαρᾷ δὲ καὶ ἀθέσμῳ πλεονεξίᾳ, αἰσχρᾷ τε ἡδυπαθείᾳ χρησάμενος· στρατείαν μὲν γὰρ ἅπασαν αὐτὸς ἠρνήσατο, διὰ δὲ τῶν ὑποστρατήγων γλίσχρως καὶ ῥᾳθύμως τοῖς ἐναντίοις προσπολεμῶν *. Κακοήθης δὲ ὢν ἔστιν οὓς τῶν συμμάχων βασιλεῖς τῶν οἰκείων ἀρχῶν ἀπάτῃ μετελθὼν ἀφείλετο· ὧν Ἀρχέλαος ἦν ὁ Καππαδόκων βασιλεὺς, ὃν ἠπίοις καὶ θεραπευτικοῖς καλέσας ὡς ἑαυτὸν λόγοις, οὐκέτι πρὸς τὴν οἰκείαν ἀπονοστῆσαι συνεχώρησεν, ἀλλ' ἐπαρχίαν τὴν Καππαδοκίαν ἀπέφηνε, καὶ τὴν μεγίστην τῶν τῇδε πόλεων, Μάζακα ἔμπροσθεν ὑπὸ τῶν ἐποίκων ὀνομαζομένην, ἀφ' ἑαυτοῦ φέρειν τὴν προσηγορίαν ἐπέταξεν· ἥπερ δὴ καθ' ἡμᾶς Καίσαρός ἐστι ἐπώνυμος. Ἐς γῆρας δὲ ὅμως μακρὸν προελθὼν θνήσκει. 80 Exc. De ins.: Ὅτι Ἡρώδης ὁ τὸν Πρόδρομον ἀποκεφαλίσας, γενόμενος ἐμπληθὴς, ἐκρίνετο μῆνας ηʹ, καὶ κατὰ τὸν αὐτοῦ κοιτῶνα ἀνῃρέθη ξίφει, συνειδυίας, ὥς φασι, καὶ τῆς γυναικὸς αὐτοῦ. 81 Ibid.: Ὅτι ἐπὶ Τιβερίου τοῦ βασιλέως γενόμενος ὁ Κύριος Ἰησοῦς ἐτῶν λγʹ, ὑπὸ τῶν Ἰουδαίων κατηγορεῖτο, ὡς καταλύων αὐτῶν τὴν δόξαν, καὶ ἑτέραν ἀντεισάγων καινήν. Καὶ συναχθέντες ἅπαντες ἐν Ἱεροσολύμοις, στάσιν ἐκίνουν κατ' αὐτοῦ, βλασφημίας καταχέοντες εἴς τε τὸν Θεὸν καὶ τὸν Καίσαρα. Ἐντεῦθεν παρρησίαν λαβόντες, καὶ κρατήσαντες αὐτὸν ἐν νυκτὶ, παρέδωκαν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι· ὅστις εἴτε διὰ δειλίαν τοῦ πλήθους, εἴτε δι' ἐπαγγελίαν χρημάτων, μηδεμίαν αἰτίαν εὑρηκὼς, ἐκέλευσεν αὐτὸν σταυρωθῆναι. Καὶ σταυρωθέντος αὐτοῦ, σεισμὸς ἐγένετο μέγας καὶ σκότος ἐπὶ πᾶσαν τὴν γῆν. Γευσάμενος δὲ θανάτου, ἀνέστη ἀπὸ τῶν νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελήφθη εἰς τοὺς οὐρανούς. Μάρτυρες γεγόνασι πολλοὶ θεασάμενοι καὶ συγγράψαντες.

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.