Unit 7 rem mid
Rem mid: Unit 7; lemma continues; reading with the letter.
Greek
ἀπέπεμψεν. Ἐντεῦθεν δὲ αἴτιος γέγονε τοῦ λέγεσθαι παροιμίαν, «τοῖς εὐτυχοῦσι καὶ τρίμηνα παιδία.» 4. Οὗτος τοσοῦτον ὑπὸ πάντων ἠγαπᾶτο, ὥστε καί τις ἐκέλευσε τοῖς ἑαυτοῦ κληρονόμοις θῦσαι, ὅτι ζῶντα τὸν Σεβαστὸν καταλείπει. ∆υστυχήσας δὲ περὶ γάμον καὶ τὰ εἰς παῖδας ἐκβεβηκότα, ἐβόα· Αἴθ' ὤφελον ἄγαμός τ' ἔμεναι ἄγονός τ' ἀπολέσθαι. Περὶ δὲ ὀρθογραφίαν ἐσπουδάκει, ὥστε καὶ διάδοχόν τινι τῶν ἀρχόντων ἔπεμψεν, ὅτι αὐτῷ ἐπιστέλλων τῆς ὀρθῶς ἐχούσης ἐσφάλη γραφῆς. 5. Τούτου ποτὲ δικάζοντος, καὶ πολλῶν θάνατον καταψηφισαμένου, Μηκήνας τις ἀνὴρ σοφὸς ἀγαπώμενος ὑπ' αὐτοῦ, μὴ δυνάμενος ἐντυχεῖν αὐτῷ διὰ τὸ πλῆθος, ἔγραψεν ἐν χάρτῃ «ἀνάστηθι, δήμιε,» καὶ σημηνάμενος ἔρριψεν ἐν τῷ κόλπῳ αὐτοῦ. Ὅπερ ἀναγνοὺς ἐκεῖνος ἀνέστη, καὶ ἐκέλευσεν ἀργῆσαι τὰ κριθέντα. Τινός ποτε τῶν συστρατευσαμένων αὐτῷ δεηθέντος τῆς εἰς τὸ βουλευτήριον αὐτοῦ παρουσίας, εἶπεν αὐτὸς μὲν ἀσχολεῖσθαι, ἐπιτρέψαι δέ τινι τῶν φίλων παραγενέσθαι καὶ τὴν χρείαν πληρῶσαι· καὶ ὃς ὀργισθεὶς ἔφη, «Ἐγὼ μέν τοι ὁσάκις τῆς ἐμῆς ἐπικουρίας ἐδεήθης, οὐκ ἄλλον ἀντ' ἐμοῦ ἔπεμψα.» Ἐρυθριάσας οὖν ὁ Καῖσαρ καὶ συναπῆλθε καὶ συνέπραξε. 6. Μανιώδης δὲ ἦν περὶ τὰς ἀλλοτρίας γυναῖκας, ὡς καὶ τοὺς ἄνδρας αὐτῶν ἐξυπηρετεῖν τῷ μιάσματι Ἡνίκα γὰρ ἤρχετό τις τῶν βουλευτῶν πρὸς αὐτὸν, ὡραίαν ἔχων γυναῖκα, ἔπεμπε πρὸς αὐτὸν τὸν οἰκεῖον δακτύλιον, καὶ ἠξίου ἐμβαλεῖν τὴν γαμετὴν ἐν τῷ καταστέγῳ φορείῳ, καὶ κατασημηνάμενον αὖθις τὸν δακτύλιον ἀντιπέμψαι· καὶ οὕτως δεχόμενος τὴν γυναῖκα ἐν τῷ φορείῳ ἀσελγαίνων ἐσφράγιζε καὶ ἀνταπέστελλε. Ποτὲ γοῦν ἐκέλευσέ τινι τὴν ὁμευνέτιν αὐτῷ πέμψαι. Ὁ δὲ μὴ δυνάμενος ἀντειπεῖν, ἀπωδύρετο. Ἐπιστὰς δὲ ὁ Ἀθηνόδωρος ὁ Ἀλεξανδρεὺς, ὃν ὡς σοφὸν ἀεὶ σύνοικον καὶ διδάσκαλον ἔσχεν ὁ Καῖσαρ, καὶ τὴν αἰτίαν μαθὼν, ἑαυτὸν ᾔτησεν ἐμβαλεῖν τῷ φορείῳ, καὶ κατασημηνάμενον 29 ἀποστεῖλαι γυμνὸν ξίφος ἐπιφερόμενον. Ἀπαχθέντος δὲ, δοκῶν ὁ Καῖσαρ τὴν τοῦ συγκλητικοῦ εἶναι γυναῖκα, κλείσας τὰς θύρας ἀνέῳξε τὸ φορεῖον, καὶ ἐξέθορε ξιφήρης ὁ Ἀθηνόδωρος, καὶ πάνυ τὸν Καίσαρα κατέπληξε· δεδιότα δὲ αὐτὸν ἀνακτησάμενος ἐκεῖνος τοῖς μεγίστοις ὅρκοις κατέδησε, μηδέποτ' ἄλλοτε τοῦτο πρᾶξαι. Ὃν τοσοῦτον ὑπερηγάπησεν, ὥστε τὴν σύγκλητον συναγαγὼν καὶ πολλὰ τὸν Ἀθηνόδωρον ἐγκωμιάσας, καὶ τοῦτο προσέθηκεν, ὡς κακὸν βίον ἐσχηκὼς ὑπὸ Ἀθηνοδώρου ἐπηνωρθώθη. 7. Οὗτος ὁ φιλόσοφος ἠξίου τὸν Καίσαρα συγχωρῆσαι αὐτῷ εἰς τὴν πατρίδα ἐπανελθεῖν. Καὶ μόλις πείσας, ἀσπαζόμενος αὐτὸν, ἐπικύψας πρὸς τὸ οὖς παρεκάλει ἵνα ὁσάκις ὀργισθῇ, μὴ πρότερον κελεύσῃ τὸ πρακτέον, πρὶν ἂν καθ' ἑαυτὸν ἀριθμήσῃ τὰ κδʹ γράμματα· ᾔδει γὰρ αὐτοῦ τὸ ὀξύθυμον καὶ εὐμετάβλητον. Ὁ δὲ Καῖσαρ ἀσπαζόμενος ἔφη, «Εὖγε ὑπέμνησάς με, ὡς ἀτελὴς εἰμὶ, καὶ οὐ συγχωρήσω σοι τέως τῆς ἐνεγκαμένης ἐπιβῆναι.» Παρεγγύησεν ὁ Καῖσαρ ἵνα ἐν τῇ τελευτῇ αὐτοῦ κροτήσωσι καὶ γελάσωσιν, ὡς ἐπὶ μίμου τελευτῇ, δηλονότι ἀποσκώπτων εἰς τὸν ἀνθρώπινον βίον. 79 TIBERIUS. Exc. De virt.: Ὅτι Τιβέριος ὁ βασιλεὺς Ῥωμαίων ἰδιωτάτῃ φύσει ἐκέχρητο· οὔτε γὰρ ὧν ἐπεθύμει προσεποιεῖτό τι, καὶ ὧν ἔλεγεν οὐδὲν ὡς εἰπεῖν ἐβούλετο· ἀλλ' ἐναντιωτάτους τῇ προαιρέσει τοὺς λόγους ποιούμενος πᾶν τε ὃ ἐπόθει ἠρνεῖτο, καὶ πᾶν ὃ ἐμίσει προετίθετο. (2) Τοιοῦτος δή τις ὢν τοὺς ἄρχοντας οὓς ὑπὲρ τὸ διατεταγμένον λαμβάνοντας εὕρισκεν ἢ καὶ τὰ δημόσια σφετερίζοντας, ἐκόλαζε, λέγων· «Κείρε σθαί μου τὰ πρόβατα, ἀλλ' οὐκ ἀποξυρᾶσθαι βούλομαι.» (3) Οὕτω τε ἐς πάντα ἴσος καὶ ὅμοιος ἦν, ὥστε, ὀρχηστήν τινα τοῦ δήμου ἐλευθερωθῆναί ποτε βουληθέντος, μὴ πρότερον συνεπαινέσαι, πρὶν τὸν δεσπότην αὐτοῦ πεισθῆναι καὶ τὴν τιμὴν λαβεῖν. Τοῖς γε ἑταίροις ὡς ἐν ἰδιωτείᾳ συνῆν, δικαζομένοις συναγωνιζόμενος, καὶ θύουσι συνεορτάζων, νοσοῦντάς τε ἐπισκεπτόμενος, μηδεμίαν φρουρὰν ἐπαγόμενος. (4) Ἀλλὰ καὶ δόγμα προέθηκεν, ὥστε μήτε αὐτὸν μήθ' ἕτερόν τινα σηρικῇ ἐσθῆτι χρῆσθαι, τόν τε χρύσεον ὅλον κόσμον γυναιξὶ μόναις ἐπιτρέψας· πολλὰ δὲ καὶ εἰς ἐπανορθώσεις τῶν πόλεων δαπανήσας. (4) Τῶν τε Ἰουδαίων πολλῶν ἐς τὴν Ῥώμην συνελθόντων καὶ συχνοὺς τῶν ἐπιχωρίων ἐς τὰ
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.