Historia Chronike · §u09-open

Historia Chronike Unit 9 opening

Unit 9.

Lemma-led open — Σὺ εἶ ὁ Χριστός;

Greek

90 ΝΕΡΩΝ. Exc. De virt.: Ὅτι βασιλεύοντος νέου τοῦ Νέρωνος Βοῦρρος καὶ Σενέκας διῴκουν τὰ πράγματα. Ὁ δὲ λόγοις ἐσχόλαζε φιλοσόφοις, καὶ τὰ περὶ τοῦ Χριστοῦ κατεμάνθανεν. Ἔτι γὰρ ἐνόμιζεν αὐτὸν τοῖς ἀνθρώποις συναναστρέφεσθαι. Καὶ μαθὼν ὅτι ὑπὸ τῶν Ἰουδαίων ἐσταυρώθη, ἠγανάκτησε. Καὶ προσέταξεν ἐλθεῖν τοὺς ἱερεῖς Ἄνναν καὶ Καϊάφαν καὶ αὐτὸν Πιλάτον, τὸν ἄρχοντα τότε γενόμενον, σιδηροδεσμίους. Καὶ καθίσας ἐπὶ τῆς συγκλήτου τὰ περὶ αὐτοῦ πεπραγμένα κατεμάνθανεν. Οἱ οὖν περὶ τὸν Ἄνναν καὶ Καϊάφαν ἔλεγον, ὅτι «Ἡμεῖς τοῖς νόμοις αὐτὸν παρεδώκαμεν, καὶ εἰς καθοσίωσιν οὐχ ἡμάρτομεν. Ὁ γὰρ Πιλάτος ὢν ἄρχων ὅσα ἠβουλήθη ἔπραξε.» Καὶ τοῦτον ἐν τῷ δεσμωτηρίῳ κατέκλεισε, τοὺς δὲ περὶ τὸν Ἄνναν καὶ Καϊάφαν ἀπέλυσεν. Ἤκμαζε δὲ τότε καὶ Σίμων ὁ Μάγος. Καὶ διαλεγομένων Πέτρου καὶ Σίμωνος παρουσίᾳ Νέρωνος, ἤχθη Πιλάτος ἀπὸ τοῦ δεσμωτηρίου· καὶ παρισταμένων τῶν τριῶν τῷ Νέρωνι, ἐρωτᾷ τὸν Σίμωνα· «Σὺ εἶ ὁ Χριστός;» Ὁ δὲ λέγει· «Ναί.» Εἶτα ἐρωτᾷ τὸν Πέτρον· «Σὺ εἶ ὁ Χριστός;» Ὁ δὲ λέγει· «Οὔ· ἐμοῦ γὰρ παρισταμένου εἰς τὸν οὐρανὸν ἀνελήφθη.» Ἠρώτησε δὲ καὶ τὸν Πιλάτον, ποῖός ἐστιν ἐκ τούτων ὁ λεγόμενος Χριστός. Καὶ εἶπεν· «Οὐδὲ εἷς· ὁ μὲν γὰρ Πέτρος μαθητὴς αὐτοῦ γέγονε, καὶ εἰσηνέχθη παρ' ἐμοὶ ὡς μαθητὴς αὐτοῦ, καὶ ἠρνήσατο αὐτὸν λέγων· «Οὐκ οἶδα τὸν ἄνθρωπον·» καὶ ἀπέλυσα αὐτόν. Οὗτος δὲ ὁ Σίμων οὐδαμῶς ἔγνωσταί μοι, οὐδεμίαν δὲ ἔχει ὁμοιότητα πρὸς ἐκεῖνον· ἔστι γὰρ οὗτος καὶ Αἰγύπτιος καὶ ἐμπληθὴς καὶ κατάκομος καὶ μέλας, παντελῶς τῆς ἐκείνου μορφῆς ἀλλότριος.» Ἀγανακτήσας οὖν ὁ βασιλεὺς κατὰ μὲν τοῦ Σίμωνος, ὡς ψευσαμένου καὶ εἰπόντος ἑαυτὸν Χριστόν· κατὰ δὲ τοῦ Πέτρου, ὡς ἀρνησαμένου τὸν διδάσκαλον, ἐξέβαλεν αὐτοὺς ἐκ τοῦ συνεδρίου· τὸν δὲ Πιλάτον τῆς κεφαλῆς ἀπέτεμεν, ὡς τηλικοῦτον ἄνθρωπον ἀνελεῖν τολμήσαντα δίχα βασιλικῆς κελεύσεως. Καὶ μετὰ ταῦτα Πέτρον μὲν ἐσταύρωσε, Παῦλον δὲ τῆς κεφαλῆς ἀπέτεμε. Καὶ τὸ μὲν πρότερον τοιαῦτα ἔπραττεν ὁ Νέρων. Ἐπεὶ δὲ τρυφαῖς καὶ κώμοις καθημερινοῖς ὁ Νέρων ἐντραφεὶς πράττειν (τε) τὰ τῆς ἀρχῆς (ἐφ' ἧς) ἑαυτὸν ἠξίου, ταχὺ τὸ σεμνὸν καὶ μεγαλοπρεπὲς τῆς τῶν Ῥωμαίων ἡγεμονίας εἰς τὸ ἄκοσμόν τε καὶ ταπεινὸν μετεβέβληκεν, ἀήθη τινὰ μετιὼν καὶ δαπανηρὸν ἀκολασίας τρόπον, ἐκθέσμοις τε καὶ παρανόμοις ἐγχειρῶν δράμασι· λουτρὸν μὲν γὰρ ἦν αὐτῷ ζηλοῦντι τῆς πολυτελείας καὶ ἐκδιαιτήσεως τοῦ Καλιγόλα, οὐχ ὕδωρ, ἀλλὰ μύρον, τὸ μὲν θερμαινόμενον, τὸ δὲ ψυχόμενον, καὶ εἰς ἑκατέραν τὴν χρείαν τοῦ λουτροῦ παρασκευαζόμενον. Ἐχρῆτο δὲ δικτύοις παρὰ τὰς ἄγρας τῶν ἰχθύων χρυσοῖς, ἐξέλκων τοὺς κόλπους τῶν δικτύων 34 καλωδίοις ἐξ ἐρίου πεποιημένοις, ἀστράπτουσι τῇ βαφῇ τῆς κόχλου. Ἐς τοῦτό γε μὴν προϊὼν ἀτοπίας ἐλήλυθεν, ὡς παριέναι μὲν εἰς τὴν σκηνὴν, ὑπὸ δὲ τῇ πάντων ὄψει ὀρχεῖσθαί τε καὶ ᾠδάς τινας διεξιέναι, ἀναλαμβάνοντα σκευὴν νῦν μὲν κιθαριστῶν, νῦν δὲ τραγῳδίας ὑποκριτῶν. Ἀλλὰ ταῦτα μὲν εἰ καὶ σφόδρα τὴν ἀρχὴν ἐλυμαίνετο, γέλωτά γε ὅμως καὶ ἡδονὴν παρεῖχε τοῖς θεωμένοις. Τὸ δὲ πάντων αἴσχιστον καὶ δεινότατον ὅτι καὶ ἄνδρας καὶ γυναῖκας οὐ μόνον τῶν εἰς τὸν δῆμον καὶ τοὺς ἱππεῖς τελούντων, ἀλλὰ καὶ τοῦ βουλευτικοῦ ἀξιώματος, καὶ οὐχ ὅπως νέους, ἀλλ' ἤδη καὶ παρηβηκότας ὁπλομαχεῖν ἐν τοῖς θεάτροις ἠνάγκαζε καὶ θηρία φονεύειν καὶ ὀρχεῖσθαι καὶ ᾄδειν καὶ πρὸς πᾶν ἀσχημοσύνης ἰέναι· ἵνα δὲ δὴ εὐπρεπὲς εἴη, καὶ αὐτὸς ἐς τὸ θέατρον παρῄει. Καὶ εἶδον οἱ τότε ἄνθρωποι τὰ γένη τὰ μεγάλα, τοὺς Φουρίους, τοὺς Ὁρατίους, τοὺς Φαβίους, τοὺς Πορκίους, τοὺς Βαλερίους κάτω ἑστηκότας καὶ τοιαῦτα δρᾶν ἀναγκαζομένους, ὧν ἔνια οὐδὲ ὑπὸ ἄλλων γινόμενα πρόσθεν ὁρᾶν ἠνείχοντο. Αἰλία γοῦν Κατέλλα γυνὴ τοῦτο μὲν γένει, τοῦτο δὲ καὶ πλούτῳ προήκουσα, πρὸς γῆράς τε μακρὸν ἀφιγμένη (ὀγδοηκοντοῦτις γὰρ ἦν) ἐπὶ

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.