Unit 9 rem early
Rem early: Unit 9; lemma and argument toward the thesis.
Greek
τῆς σκηνῆς ὠρχήσατο, οἵ τε ἄλλοι τῶν ἐπιφανῶν, ἢ διὰ γῆρας ἢ διὰ νόσον οὐδὲν ἰδίᾳ ποιῆσαι δυνηθέντες, ᾖδον κατὰ χοροὺς ἱστάμενοι. Ἐπετέλει δὲ ταύτας τὰς ἐκθέσμους θέας ἐπί τε τῷ γενείῳ τὸ πρῶτον ψιλωθέντι, καὶ ἐπὶ τῷ τῆς μητρὸς φόνῳ· ἀπολελοίπει γὰρ αὐτὸν οὐδὲ τὸ φονικόν τε καὶ ἀπηνὲς, καίτοι γε παίζειν δοκοῦντα· ἀλλ' ἦν μὲν καθάπαξ τοῖς ἀγαθοῖς τε καὶ πεπαιδευμένοις ἔγκοτος. Τὸ δὲ πλεῖστον καὶ κράτιστον ἐπὶ παραλόγοις αἰτίαις ἀπανηλώκει τῆς βουλῆς μέρος, τοὺς μὲν ὅτι εὐγενεῖς, τοὺς δὲ ὅτι περιουσίας ἔχοντας, τοὺς δὲ ὅτι σώφρονες ἦσαν μισῶν τε καὶ κολάζων. Μουσώνιόν τε καὶ Κορνοῦτον μικροῦ μὲν ἐδέησεν ἀποκτεῖναι, τῆς δὲ Ῥώμης ἐξήλασεν· ἄλλο μὲν οὐδὲν ἐπικαλῶν, ὅτι δὲ σοφοὶ καὶ ἄριστοι τὸν βίον ἐγενέσθην. Συγγενῶν τε φόνοις ἑκάστης, ὡς εἰπεῖν, ἐμιαίνετο τῆς ἡμέρας. Τόν τε γὰρ Βρεττανικὸν ἀδελφόν οἱ εἶναι δοκοῦντα, πρῶτα μὲν εἰς τὴν ὥραν ἀσελγῶς ὕβρισεν, ἔπειτα δὲ παρὰ δεῖπνον δηλητηρίῳ φαρμάκῳ διέφθειρεν· ὡς δεινὸν μὴ μόνον ἀκούεσθαι, ἀλλὰ καὶ ὁρᾶσθαι· πελιδνὸς γὰρ ὅλος ἐγένετο, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀνεῳγμένοι καὶ τοὺς ἐφόρους πρὸς τιμωρίαν καλοῦντες. Καὶ τὴν ἑαυτοῦ γαμετὴν Ὀκταβίαν δι' ἣν εἰς τὴν ἀρχὴν οὐχ ἥκιστα παρεληλύθει, πρῶτον μὲν ἀπεπέμψατο, ἔπειτα καὶ ἀπέκτεινε. Καὶ ἐν νυκτὶ ἐκώμαζε κατὰ πᾶσαν τὴν πόλιν, ὑβρίζων τὰς γυναῖκας καὶ ἀσελγαίνων εἰς τὰ μειράκια, ἀποδύων τε τοὺς ἀπαντῶντας, παίων, τιτρώσκων, φονεύων· καὶ ἐδόκει λανθάνειν ἀλλοτρίαις ἐσθῆσι χρώμενος· τάς τε τῶν ἐλευθέρων γυναῖκας ἐξ ἐπηρείας ὑβρίζων, καὶ ταῖς παρθένοις ὡς καὶ ἑταιρίσι μετὰ τῶν φίλων χρώμενος. Ἡ δὲ Ἀγριππίνη ἔς τε τὰ συνέδρια ἐφοίτα, ταῖς τε πρεσβείαις ἐχρημάτιζε, καὶ ἐπιστολὰς δήμοις καὶ ἄρχουσι καὶ βασιλεῦσιν ἐπέστελλεν. Ἀλλὰ ταῦτα μὲν Ἀγριππίνη ἔπραττεν, ἄχρις οὗ ὁ Νέρων τὴν Σαβίνην ἠγάγετο. Τότε γὰρ καὶ τὴν μητέρα ἐφόνευσεν. Αἰτίαν δὲ τῆς ἀνοσιουργίας τῆσδε γεγενῆσθαι Σαβίναν γυναῖκα γένους ἐπιφανοῦς· ἧς ἐρασθεὶς ὁ Νέρων πρῶτον μὲν αὐτὴν πρὸς βίαν τοῦ ἀνδρὸς Ποπλίου ἀπήγαγεν· ἔπειτα σὺν ταῖς παλλακίσι τάττειν οὐκ ἀνασχόμενος, ἀλλὰ γαμετὴν ποιήσασθαι διεγνωκὼς, τὴν μὲν Ἀγριππίνης ἀφαιρεῖται τιμὴν, Αὐγούσταν δὲ τὴν Σαβίναν ἀποδείκνυσιν· ὡς ἐκ τούτου ἀνόσιόν τι καὶ μιαρώτατον ἔργον τὴν μητέρα αὐτοῦ μελετῆσαι. Ὥσπερ γὰρ τὸν θεῖον αὐτῆς τὸν Κλαύδιον εἰς ἔρωτα φαρμακείαις εἰσήγαγεν, οὕτω καὶ τὸν ἑαυτοῦ παῖδα πρὸς τὴν τοιαύτην δυσσέβειαν παρέτρεψεν. Ἀλλ' ὅμως καὶ μετὰ τὰς τοιαύτας πράξεις διαβληθεῖσάν οἱ πρὸς τῆς Σαβίνης, Ἀνικήτῳ τινὶ τῶν σωματοφυλάκων πρὸς διαφθορὰν ἐξέδοτο. Οὗ γενομένου, ἔγων τε ἐκείνη καὶ ἀνεπήδησεν ἐκ τῆς κλίνης, τήν τε ἐσθῆτα περιερρήξατο, καὶ τὴν γαστέρα γυμνώσασα, «Παῖε, ἔφη, ταύτην, Ἀνίκητε, ὅτι Νέρωνα ἔτεκε.» Καὶ τὰς περιττὰς 35 μιαρίας προεγράψαμεν ἐκ τῆς ἱστορίας ∆ίωνος, περί τε τῆς μητροκτονίας καὶ τοῦ Σπόρου τοῦ ἐρωμένου καὶ τῶν λοιπῶν. 91 Exc. De ins.: Ὅτι ἐν τῇ Ἰβηρίᾳ Γάϊος Ἰούλιος Οὐίνδιξ ἐπανίσταται τῷ Νέρωνι, πολλούς τε τῶν τῆς συγκλήτου βουλῆς φυγάδων προσλαβόμενος Γάλβαν ἀποδείκνυσι βασιλέα· ὃς τὰς δυνάμεις εὐθέως ἐξοπλίσας, καὶ πάντα τὰ πρὸς τὸν πόλεμον παρασκευασάμενος ἐπὶ τὴν Ῥώμην ἐλαύνει. Ὁ γοῦν Νέρων, οὐ μετρίως ἐπὶ τούτῳ ταραχθεὶς, στρατηγὸν τοῦ πολέμου Ῥοῦφον Γάλλον ἐκπέμπει· ὃς οὐδὲ ἐς χεῖρας ἐλθεῖν ἀνασχόμενος πρὸς τὸν Γάλβαν, ὁμολογεῖται καὶ σπένδεται πρὸς τὸν Οὐίνδικα· αὐτὸς μὲν τῶν Γαλλιῶν ἄρχειν ἐπιλεξάμενος, Οὐίνδικι δὲ τὴν Ἰβηρίαν προσήκειν, καὶ τῷ Γάλβᾳ πᾶσαν ὁμοῦ τὴν Ἰταλίαν, καὶ ὅσα τῇ Ῥωμαίωνἀρχῇ πρὸς ὑπακοὴν ἔθνη τυγχάνει. Τούτων αὐτοῖς διομολογηθέντων, τινὲς τῶν τοῦ Ῥούφου στρατιωτῶν ἐπιβουλεύουσι τῷ Οὐίνδικι, ἀγνοίᾳ μὲν τῶν ὁμιληθέντων, ζήλῳ δὲ τῆς πρὸς αὐτὸν δυναστείας. Ἀλλ' ὁ μὲν Οὐίνδιξ, καίτοι ῥᾳδίως δυνάμενος σωθῆναι, ἀγανακτήσας καὶ ὀλοφυράμενος, ὅτι ἐκ τῶν ὁμοφρονούντων ἐκακώθη, καὶ ὅτι τὰ ἐναντία τῷ Νέρωνι ἀμφότεροι πράττοντες ἑαυτοὺς ἀπώλλυσαν, καὶ προσέτι τοῦ ἀνθρωπείου βίου καταγνοὺς, καί τι πρὸς τὸ δαιμόνιον εἰπὼν, ὅτι τοιούτου πράγματος ἀρξάμενος οὐκ ἐπλήρωσεν, ἑαυτὸν προσκατειργάσατο. Ὁ γοῦν Ῥοῦφος δεινῶς ἐπὶ τῷ τοιούτῳ πάθει ὑπεραλγήσας, καί
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.