Unit 9 rem close
Rem CLOSEOUT: Unit 9 CLOSEOUT.
Greek
διατεθεὶς, καίτοι στρατιᾶς αὐτάρκους αὐτῷ καθεστηκυίας, ὑπεξάγειν ἑαυτὸν ἐκ παντὸς ἔγνω τρόπου. ∆εομένων δὲ τῶν στρατιωτῶν, μὴ ταχέως οὕτω τὰς περὶ τοῦ παντὸς καταβαλεῖν ἐλπίδας, ἀποκρινάμενος, οὐδαμῶς ἄξιον ἑαυτὸν ἡγεῖσθαι τοσαύτης ἐμφυλίου ταραχῆς καὶ κινήσεως· ἑκουσίως ὑποδέχεται τὸν θάνατον, ὀγδόῳ καὶ λʹ τῆς ἡλικίας ἔτει, τῆς γε μὴν βασιλείας ἡμέρᾳ εʹ καὶ ʹ. Ἡ δὲ στρατιὰ ἐπένθησεν αὐτὸν, ἡττηθέντες τοῦ πάθους. Καὶ ὁ μὲν τὴν ἀσέλγειαν τοῦ ἔμπροσθεν βίου ἐν τούτοις θαυμαστῶς συνεσκιάσατο, βεβαίως τὸν τοιόνδε πόλεμον τῷ ἑαυτοῦ κατασβέσας αἵματι. 96 ΒΙΤΕΛΛΙΟΣ. Exc. Salm.: Οὐιτέλλιος μῆνας ὀκτὼ ἡμέρας πέντε. Οὐιτέλλιος ἔθηκε πρόγραμμα τοὺς γόητας καὶ ἀστρολόγους ἐντὸς ῥητῆς ἡμέρας ἀπαλλαγῆναι τῆς Ἰταλίας, καὶ αὐτοὶ νυκτὸς ἀντιτεθείκασι πρόγραμμα παραγγέλλοντες, ἀπαλλαγήσεσθαι αὐτὸν τοῦ βίου ἐντὸς τῆς ἡμέρας, ἐν ᾗ τελευτᾶν ἔμελλεν. 97 Exc. De virt.: Ὅτι Βιτέλλιος βασιλεύσας τραχέως τε καὶ λίαν ἐπαχθῶς ἡγεῖτο, καὶ πᾶν αἶσχος ἀναδεδεγμένος ἔν τε τοῖς ἄλλοις τοῖς κατὰ τὸν βίον, καὶ οὐχ ἥκιστα τῷ γαστρὸς ἀκρατῶς τε καὶ ἀκορέστως ἔχειν. Πολλάκις γὰρ οὐ μόνον τῆς ἡμέρας, ἀλλὰ καὶ τῆς νυκτὸς σῖτον ᾑρεῖτο, καὶ παρὰ τὰς τῶν δείπνων παρασκευὰς τὸ πολὺ τῶν δημοσίων ἀπετρύετο. ∆έκα γὰρ δὴ μυριάδας σταθμοῦ ἀργυρίου ἐπὶ δισχιλίαις καὶ 37 πεντηκοσίαις ἐς τὰ δεῖπνα δεδαπανηκέναι ἱστόρηται, συνεχῶς μὲν καὶ ἀπλήστως ἐμφορούμενος, συνεχῶς δὲ ἅπαντα ἐξερευγόμενός τε καὶ ἐξεμῶν· ᾧ δὴ καὶ μόνῳ διεγένετο, ἐπεὶ οἵ γε σύσσιτοι αὐτοῦ καὶ πάνυ κακῶς εἶχον. Βίβιος γοῦν Κρίσπος, διὰ νόσον χρόνου τινὸς ἀπολειφθεὶς τοῦ συσσιτίου, μάλα στωμύλως ἔφη· «Εἰ μὴ ἐνενοσήκειν, ἀπωλόμην ἄν.» Ἐς τόδε γοῦν καὶ τὸ παρὰ τῷ ἀδελφῷ δεῖπνον τοῦ Βιτελλίου ἐπίσημον γεγονὸς διαμνημονεύεται· καθ' ὃ φασὶ δίχα τῆς λοιπῆς πολυτελείας δισχιλίους μὲν ἰχθῦς, ἑπτακισχιλίους δὲ ὄρνις ἐπὶ τὴν θοίνην παρενεχθῆναι. Ἐπῄνει δὲ καὶ τὰ Νέρωνος, καὶ τὸν νεκρὸν τοῦ Νέρωνος ἐς κοῖλόν τινα καὶ ἀφανῆ τάφον κατακείμενον ἀπεσέμνυνε. Πρὸς δὲ τῶν στρατηγῶν Οὐεσπασιανοῦ, μεταποιουμένου τῆς βασιλείας ἤδη, κατακτείνεται. 98 Exc. De ins.: Ὅτι Βιτέλλιος βασιλεύσας κακῶς καὶ αἰσχρῶς, τῶν Ἰουδαίων νεωτερίζειν ἀρξαμένων, Βεσπασιανὸν στρατηγὸν ἐκπέμπει τῆς ἕω, τὴν τούτων κελεύσας αὐτῷ καταλῦσαι θρασύτητα. Ὡς οὖν ἐπολιόρκει τὴν Ἱερουσαλὴμ, οἱ στρατιῶται περὶ αὐτὸν ἀθροισθέντες, ἀναγορεύουσιν αὐτὸν βασιλέα. Ὅπερ ἀκηκοὼς Βιτέλλιος, Σαβῖνον τὸν ἀδελφὸν Βεσπασιανοῦ ἐν τῷ Καπιτωλίῳ προσφυγόντα συγκατέπρησε τῷ ἱερῷ. Κινήσεως δὲ ἐντεῦθεν μεγίστης γενομένης, ἐπειδὴ καὶ ὁ Βεσπασιανοῦ στρατὸς ἐγγίζειν ἔμελλε τῇ πόλει, συνδραμόντες ἅπαντες κρατοῦσι τὸν Βιτέλλιον, καὶ προσάγουσι τοῖς Βεσπασιανοῦ στρατιώταις, καὶ κατακρίνουσιν αὐτὸν τελευτῆς ἀσχήμονος, τῆς ἐπὶ τῷ Νέρωνι πρώην ἐψηφισμένης. Εἱλκύσθη γὰρ διὰ πάσης τῆς πόλεως γυμνὸς ἐσθήματος, ἀνελκομένου μὲν αὐτῷ τοῦ κρανίου διὰ τῆς κόμης, τοῦ δὲ ξίφους ὑποβεβλημένου τῷ ἀνθερεῶνι, βαλλόμενος ὑπὸ τῶν προστυγχανόντων, τέλος διατμηθεὶς τὸν λαιμὸν ἐνεβλήθη τῷ Θύβριδι, ἕβδομον καὶ νʹ ἔτος ἄγων. t99-101 ΒΕΣΠΑΣΙΑΝΟΣ. 99 Exc. De virt.: Ὅτι Βεσπασιανὸς οὕτως ἦν ἤπιος καὶ προσηνὴς, ὡς μηδὲ τὰς εἰς αὐτόν τε καὶ τὴν βασιλείαν γινομένας ἁμαρτίας πέρα τιμωρεῖσθαι φυγῆς. Τάς τε γὰρ ἀπεχθείας καὶ τὰ προσκρούματα τῆς διανοίας ταχέως ἀπεσείετο, καὶ σκώμματα ῥητόρων, ὑφ' ὧν ἠφίετο, καὶ δήμων ἐς αὐτὸν ἀπορριπτούμενα κούφως τε καὶ γαληνῶς ἔφερεν· ἔς τε τὰς ἐντεύξεις κοινὸς καὶ δημοτικὸς ὢν, ἀπεσκήνου μὲν ὡς τὰ πολλὰ τῶν βασιλέων. 100 Exc. De ins.: Ὅτι ὁ Βεσπασιανὸς οὕτως ἄρα τὸ πεπρωμένον ἐπὶ τοῖς παισὶν ἐγίνωσκε τέλος, βίου τε αὐτῶν πέρι, καὶ τῆς ἐς τὴν ἡγεμονίαν παρόδου, ὡς πολλάκις μηνυθείσης ἐπιβουλῆς, μηδὲν μὲν ἐργάσασθαι τοὺς ἐπ' αὐτῷ συνεστῶτας κακὸν, διαρρήδην δὲ ἐν τῷ βουλευτηρίῳ ὑπὸ τῇ πάντων ἀκοῇ προσειπεῖν, ἢ τοὺς παῖδας ἕξειν ἢ μηδένα παντελῶς τῆς βασιλείας διάδοχον. 101 Exc. Salm.: Οὐεσπασιανὸς ἔτη δέκα. Οὐεσπασιανοῦ τελευτήσαντος οἶνος ἐν καπηλείῳ τινὶ τοσοῦτος ὑπὲρ τὸ ἀγγεῖον ἐξεχύθη, ὡς καὶ εἰς τὴν ὁδὸν προχωρῆσαι.
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.