Historia Chronike · §u09-rem-mid

Unit 9 rem mid

Rem mid: Unit 9; lemma continues; reading with the letter.

Greek

τινας τῶν στρατιωτῶν κολά σας ἐν ἀφασίᾳ κατέστη. Ταῦτα ὡς ἠγγέλθη τῷ Νέρωνι, οὐδεμίαν τοῦ λοιποῦ τῶν ὅπλων ἐλπίδα ἐποιήσατο, ἀλλ' ἐβουλεύσατο ἀμφ' αὑτὸν ἄλλο πρᾶξαι. Καὶ ἄλλων ἄλλα λεγόντων, τέλος ἔγνω τούς τε βουλευτὰς ἀποκτεῖναι, καὶ τὴν πόλιν καταπρῆσαι νύκτωρ, ἔς τε τὴν Ἀλεξάνδρειαν πλεῦσαι· εἰπὼν «ὅτι κἂν τῆς ἀρχῆς ἐκπέσωμεν, τό γε τέχνιον ἡμᾶς θρέψει.» Οἱ δὲ τῆς βουλῆς ἀκούσαντες ταῦτα, πρὸς τοὺς δορυφόρους καὶ τοὺς ἄλλους, οἳ τὴν βασίλειον φρουροῦσιν, αὐλὴν προσδιαλεχθέντες, πείθουσί τε αὐτοὺς ἅμα γενέσθαι, καὶ μεταποιήσασθαι τῆς Ῥωμαίων ἐπικρατείας. Ἐπειδὴ δὲ καὶ οὗτοι τῆς τῶν βουλευσάντων ἐγένοντο γνώμης, αὐτίκα μὲν τὸν τοῦ στρατοπέδου ἔπαρχον Σκίπουλον ἀναιροῦσιν· ἀφίστανται δὲ τῆς τοῦ βασιλέως φρουρᾶς. Ὁ δὲ Νέρων ὡς καὶ ὑπὸ τῶν σωματοφυλάκων κατελείφθη, ἀποκτεῖναι μὲν ἑαυτὸν οὐκ ἐτόλμησεν, ἵνα τὴν αἰσχύνην κερδάνῃ· φυγεῖν δὲ ἐπεχείρησε, πρότερον κεραυνωθείσης αὐτοῦ τῆς τραπέζης· ἐσθῆτά τε φαύλην ἐνδυσάμενος, καὶ ἐφ' ἵππον οὐδὲν βελτίονα ἀναβὰς, κατακεκαλυμμένος πρὸς χωρίον τι Φάωνος Καισαρείου μετὰ Ἐπαφροδίτου καὶ Σπόρου κατέφυγε. Νυκτὸς δὲ ἔτι οὔσης, καὶ αὐτοῦ ταῦτα πράσσοντος, σεισμὸς ἐξαίσιος ἐν τῇ Ῥώμῃ γέγονε. Καὶ αὐτὸν γνωρισθέντα ὑπό τινων ἀποβῆναι μὲν τοῦ ἵππου παραχρῆμα, ἔς τινα δὲ πλησίον καταφυγεῖν καλαμῶνα· ἐν ᾧ μέχρι πολλοῦ ἐρριμμένος, πάντα μὲν παριόντα ὑπετοπεῖτο, πᾶσαν δὲ φωνὴν, ὡς καὶ ἀναζητοῦσαν αὐτὸν, ὑπέτρεμε, θρηνῶν τε καὶ ὀλοφυρόμενος ἐν οἷς ἦν πρότερον, καὶ ὅτι ἐν κοπρίᾳ ἔρριπτο. Νέρων μὲν οὖν αὐτὸς παρ' ἑαυτῷ ἐτραγῴδει, καὶ ὀψέ ποτε, ἐπεὶ μηδεὶς αὐτὸν ἑώρα, μετῆλθεν εἰς τὸ πλησίον ἄντρον, καὶ διψήσας ἔπιεν ὕδωρ. Ἡ δὲ τῶν Ῥωμαίων βουλὴ πολέμιον αὐτὸν ἀνειποῦσα, δοῦναι δίκας τῶν κατὰ τὴν ἀρχὴν ἡμαρτημένων τοιόνδε τινὰ τρόπον ἐψηφίσατο· ἀχθῆναι μὲν γὰρ ἐς τὸ δεσμωτήριον γυμνὸν, κεραίας ἐπιβεβλημένης τῷ τραχήλῳ, προστάττεται, μετὰ δὲ σφοδρὸν αἰκισμὸν τοῦ σώματος ὠσθῆναι κατά τινος πέτρας. Ἃ δὴ προαισθόμενος ὁ Νέρων, τούς τε χωροῦντας ἐπ' αὐτὸν καταδείσας, προσέταξε τοῖς παροῦσι καὶ ἑαυτὸν καὶ ἑαυτοὺς ἀποκτεῖναι. Ἐπεὶ δέ γε οὐχ ὑπήκουσαν, τὸ μὲν ὅτι οὐκ ἐτόλμων, τὸ δὲ ὅτι τὴν ταφὴν αὐτοῦ προεφασίσαντο, δεινῶς ἀλγήσας ἐστέναξεν, ὅτι μηδὲν ἐδύνατο. Μετὰ δὲ τοῦτο τὸν Σπόρον βουληθεὶς ἀποκτεῖναι διήμαρτεν, ἀποφυγόντος ἐκείνου. Τότε ἔφη· «Ἐγὼ οὐδὲ φίλον οὐδὲ ἐχθρὸν ἔχω·» καὶ τοῦτο εἰπὼν, ἑαυτὸν ἐπάταξεν· δυσθανατοῦντα δὲ ὁ Ἐπαφρόδιτος προσκατειργάσατο. Καὶ ὁ μὲν Νέρων φὺς ἄριστα 36 καὶ τραφεὶς κάκιστα, οὕτω τῆς ἀρχῆς ἐξέπεσε, λʹ μὲν ἐξ αὐτῆς ὠδῖνος γεγονὼς ἔτη, βασιλεύσας δὲ ιδʹ δυεῖν μηνῶν ἀποδέοντα. Καὶ ἡ πόλις στεφανώμασι καὶ δᾳδουχίαις κεκόσμητο, εὐχάς τε ἀληθεῖς καὶ ἑορτὰς ἐπετέλουν, καὶ τούς τε δυνηθέντας ἐπὶ τοῦ τυράννου φονεύοντες, ὡς καὶ αὐτὸν ἐκεῖνον αἰκίζοντες διετέλουν. 92 Exc. Salm: Νέρων ἰδὼν τοὺς ἀναιρήσοντας αὐτὸν, παρακάλει τοὺς συνόντας ἀνελεῖν αὐτόν· ὡς δ' οὐδεὶς ὑπήκουεν, ἑαυτὸν διεχρήσατο· τελευτῶν δὲ ἔφη· «Ὦ Ζεῦ, οἷος (κιθαρῳδὸς) τεχνίτης ἀπόλλυμαι.» Ὅτε δὲ ἐτέχθη, εἶπον οἱ ἀστρολόγοι, ὅτι καὶ βασιλεύσει ταὶ τὴν μητέρα φονεύσει· ἦν δὲ καὶ λόγιον· Ἔσχατος Αἰνεαδῶν μητροκτόνος ἡγεμονεύσει. 93 ΓΑΛΒΑΣ. Exc. De ins.: Ὅτι Γάλβας ὁ μετὰ Νέρωνα θαυμαζόμενος, ἐν τοῖς κατὰ τὴν ἀρχὴν ἐπιτηδεύμασιν ἔδοξέ πως εἶναι τραχύς τε καὶ πρόχειρος ἐν ταῖς τῶν ἁμαρτανομένων ἐπανορθώσεσι· βραχὺν γάρ τινα χρόνον τῆς ἡγεμονίας διατελέσας, ἐπιβουλευθεὶς ὑπὸ τοῦ Ὄθωνος, ἀναιρεῖται κατὰ μέσην ἀγοράν. 94 ΟΘΩΝ. Exc. De virt.: Ὅτι Ὄθων ὁ μετὰ Γάλβαν βασιλεύσας γένους ἀσήμου καὶ ἀφανοῦς ὢν, καὶ τὸν ἔμπροσθεν βίον ἐξίτηλός τις, καὶ τῷ Νέρωνι κατὰ τὸ τῆς ἐκδιαιτήσεως ὁμοιότροπον οἰκειότατος ἔν γε μὴν τῇ βασιλείᾳ τὸν συνήθη τοῦ βίου μετελθεῖν τρόπον οὐχ ἱκανὸς γέγονε, πολέμων αὐτῷ χαλεπῶν εὐθὺς ἐκραγέντων. 95 Exc. De ins.: Ὅτι Ὄθων ἀνελὼν τὸν Γάλβαν, ὡς παρῆλθεν εἰς τὴν ἡγεμονίαν, Βιτέλλιος ὑπὸ τῶν Γαλατικῶν τε καὶ Γερμανικῶν στρατοπέδων αὐτοκράτωρ ἀναγορευθεὶς, ἤλασεν ἐπ' αὐτόν. Ὄθων δὲ σὺν ταῖς οἰκείαις ὑπαντήσας δυνάμεσιν, ἐλαττοῦται κατὰ τὴν πρώτην συμβολὴν, καὶ τοῖς παροῦσιν ἀθύμως

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.