Unit 11 rem mid
Rem mid: Unit 11; lemma continues; reading with the letter.
Greek
βασιλείας ποιεῖν. 121 Exc. De ins.: Ὅτι μετὰ τοῦτο ὁ Κόμοδος ἐπὶ τοῖς οἰκείοις ἀσχάλλων, τοὺς μὲν ἀπεπέμψατο, αὐτὸς δὲ ἐπανελθὼν ἐς τὸ δωμάτιον, ὡς δῆθεν καθευδήσων, λαβὼν δέλτον, γράφει ὅσους χρὴ φονευθῆναι (ὧν πρώτη μὲν ἦν Μαρκία, εἵποντο δὲ Λαῖτος καὶ Ἔκλεκτος· ἐπὶ δὲ τούτοις πολὺ πλῆθος τῶν τῆς συγκλήτου πρωτευόντων), ὥς ποτε τὰς Στυμφαλίδας ὄρνεις κατατοξεῦσαι τούτους ἐν τῷ θεάτρῳ βουλόμενος, τοὺς μὲν (γὰρ) ὡς πρεσβύτας καὶ πατρῴους φίλους αἰδούμενος ἔχειν αἰσχροῦ βίου σεμνοὺς ἐπόπτας, τῶν δὲ πλουσίων τὰς οὐσίας χαρίσασθαι βουλόμενος μονομάχοις. Τὴν δὲ δέλτον τίθησιν ἐπὶ τοῦ σκίμποδος, ἔνθα μηδεὶς εἰσῄει. Παιδίον δέ τι μικρὸν, ὅπερ ἠγάπα ὁ Κόμοδος καὶ ἐπετέρπετο, Φιλοκόμοδόν τε ὠνόμασε, τοῦτον λαβὼν τὴν δέλτον, ἔπαιζεν ἐπὶ τοῦ σκίμποδος. Αἰφνιδίου δὲ τοῦ Κομόδου προελθόντος, ἔμεινε παρὰ τῷ παιδίῳ τὸ γραμματεῖον· ὅπερ ἀνελομένη ἡ Μαρκία, δεδοικυῖα μή τι τῶν ἀναγκαίων ὑπὸ νηπιότητος διαφθείρῃ, γνωρίσασα τὴν τοῦ Κομόδου χεῖρα, διεξῆλθε, καὶ εὗρεν αὐτὸ θανατηφόρον, καὶ πρὸ πάντων αὐτῇ· ἀνοιμώξασα δὲ καθ' ἑαυτὴν, τὸν Ἔκλεκτον μεταπέμπεται· δοῦσα δὲ τὸ γραμματεῖον, «Ὅρα, ἔφη, ποίαν μέλλομεν παννυχίζειν ἑορτήν.» Ὁ δὲ ἀναγνοὺς κατεπλάγη, καὶ τοῦτο διά τινος πιστοτάτου παραπέμπει παραχρῆμα τῷ Λαίτῳ. Ταραχθεὶς δὲ κἀκεῖνος ἀφικνεῖται πρὸς Μαρκίαν, ὡς δὴ συσκεψόμενος αὐτοῖς· οὐδὲ γὰρ ἦν καιρὸς μελλήσεως. Ἀρέσκει δὲ δοῦναι φάρμακον τῷ Κομόδῳ· ὑπέσχετο δὲ ῥᾷστα δώσειν ἡ Μαρκία· εἰώθει γὰρ αὐτὴ κιρνᾶν αὐτῷ ἐν τῷ δείπνῳ τὴν πρώτην δόσιν. Ἐλθόντι δὲ αὐτῷ ἀπὸ λουτροῦ δίδωσι καλῶς κεράσασα· ὁ δὲ πιὼν ἀναισθήτως, αὐτίκα ἔπεσεν εἰς ὕπνον, ὑπό τε τοῦ κόπου καὶ τῆς ἀλλεπαλλήλου ἡδονῆς ἑλκόμενος· καὶ μικρόν τι ἡσυχάσας ἤρξατο ἐμεῖν σὺν τῇ προεγκειμένῃ τροφῇ καὶ τὸ φάρμακον· ἡ δὲ Μαρκία φοβηθεῖσα μὴ (εἰς) πᾶν ἐξεμεθῇ, ἢ διὰ τὴν πλήμην τῆς τροφῆς ἢ διὰ τὸ προλαμβανόμενον ὑπὸ τῶν βασιλέων ἀλεξιφάρμακον, καὶ πάντες ἀπόλωνται, μετακαλεῖται νύκτωρ τὸν Λαῖτον καὶ τὸν Ἔκλεκτον. Οἱ δὲ ὡς ταῦτα ἐπύθοντο, θαρροῦσι τοῦτο Ναρκίσσῳ τινὶ ἀκμαιοτάτῳ ἀποπνίξαι τὸν Κόμοδον. Ὁ δὲ εἰσδραμὼν καὶ παρειμένον εὑρὼν ὑπὸ τοῦ φαρμάκου καὶ τῆς μέθης, ἀποσφίγξας τὸν τράχηλον, φονεύει. Τοιούτῳ μὲν τέλει βίου ὁ Κόμοδος, βασιλεύσας ἔτεσι ιγʹ μετὰ τὴν τοῦ πατρὸς τελευτὴν, ἐχρήσατο. 122 ΠΕΡΤΙΝΑΞ. Ibid.: Οἱ δὲ ἐπιβουλεύσαντες αὐτῷ, κρύψαι τὸ γενόμενον βουλευσάμενοι, εἰς στρωμνήν τινα εὐτελῆ ὑποβαλόντες τὸ σωμάτιον, καὶ καταρράψαντες, δι' οἰκετῶν, πάντας λαθόντες, τῆς βασιλείου αὐλῆς ἐξεφόρησαν· αὐτοὶ δὲ τὸ πρακτέον 45 ἐβουλεύοντο, φήμην ἐγκατασπείραντες, ὅτι ἐν τῷ μονομαχίῳ ἀποπληξίᾳ ὁ Κόμοδος ἐτελεύτησεν. Ἔδοξεν δὲ αὐτοῖς ἐπιλέξασθαι ἄνδρα πρεσβύτην τινὰ, τὸν διαδεξόμενον τὴν ἀρχὴν, ὅπως ἀπὸ τῆς πικρᾶς καὶ ἀκολάστου τυραννίδος πάντες ἀναπνεύσειεν. 2. Καθ' ἑαυτοὺς δὲ λογιζόμενοι, οὐδένα οὕτως ἐπιτήδειον εὕρισκον ὡς Περτίνακα, τὸ μὲν γένος Ἰταλιώτην, ἐν δὲ πολλαῖς πράξεσι στρατιωτικαῖς εὐδοκιμήσαντα, μόνον τῶν Μάρκου φίλων περιλειφθέντα· πρὸς ὃν τῆς νυκτὸς ἀκμαζούσης παραγίνονται, αὐτοί τε καί τινες ὀλίγοι τῶν συνωμοτῶν. Ἐπιστάντες δὲ ταῖς θύραις διεγείρουσι τὸν φύλακα. Ἀνοίξας δὲ ἐκεῖνος, καὶ θεασάμενος στρατιώτας καὶ τὸν ἔπαρχον, ἀγγέλλει τῷ δεσπότῃ. Ὁ δὲ ἥκειν αὐτοὺς κελεύει, προσδοκῶν παραχρῆμα ἀποτέμνεσθαι. Εἰσελθόντας δὲ αὐτοὺς ἠσπάσατο, καὶ τὸ κελευθὲν γίνεσθαι προέτρεπε. «Τοῦτο γὰρ, ἔφη, διὰ παντὸς ἐνενόουν, μόνος περιλειφθεὶς τῶν πατρῴων αὐτοῦ φίλων.» Προέτεινέ τε πολλάκις τὸν τράχηλον ἀπὸ τοῦ σκίμποδος. Πρὸς ταῦτα ὁ Λαῖτος· «Παῦσαι,» φησὶν «ἀνάξια σαυτοῦ καὶ τῶν προβεβιωμένων σοι λέγων. Οὐ γὰρ ἐπ' ὀλέθρῳ τῷ σῷ ἥκομεν, ἀλλ' ἐπὶ σωτηρίᾳ τῇ τε ἡμῶν αὐτῶν καὶ τῆς Ῥώμης· κεῖται μὲν γὰρ ὁ τύραννος, δίκην δοὺς τὴν προσήκουσαν, καὶ ἅπερ αὐτὸς ἡμᾶς δράσαι διενοεῖτο ταῦτα πρὸς ἡμῶν παθών. Ἡμεῖς δὲ ἥκομεν σοὶ τὴν βασιλείαν ἐγχειριοῦντες, ὃν ἴσμεν προὔχοντα ἐν τῇ συγκλήτῳ βουλῇ βίῳ, μεγέθει, ἀξιώματι, ἡλικίᾳ, σεμνότητι, πόθῳ τε τοῦ δήμου.» 3. Ὁ δὲ Περτίναξ· «Παύσασθε χλευάζοντες πρε σβύτην.» «Ἀλλὰ μὴν, ἔφη ὁ Ἔκλεκτος, ἀνάγνωθι τὸ γραμματεῖον· γνωρίζεις δὲ τὴν Κομόδου χεῖρα.» Ἐπιγνοὺς δὴ τὰ γεγραμμένα ὁ Περτίναξ, πεισθείς τε ἀνδράσι
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.