Unit 11 rem close
Rem CLOSEOUT: Unit 11 CLOSEOUT.
Greek
καὶ πρότερον αὐτοῦ φίλοις, πάντα πυθόμενος τὰ πεπραγμένα, ἐπιδίδωσιν ἑαυτόν. Καὶ συμπαραλαβόντες καὶ τῶν λοιπῶν ὅσοι παρῆσαν, ἐπὶ τὸ στρατόπεδον ἠπείγοντο. ∆ιαπέμπουσι δέ τινας τοὺς διαβοήσοντας, ὅτι Κόμοδος μὲν τέθνηκε, Περτίναξ δὲ ἐπὶ τὸ στρατόπεδον ἄπεισι βασιλεύς. ∆ιαδραμούσης δὲ τῆς φήμης, πᾶς ὁ δῆμος ἐνθουσιῶντι ἐοικὼς ἐξεβάκχευε καὶ διέτρεχε, βοῶν τε ἀπρεπῆ, καὶ ὅσα πρότερον ἐπεῖχεν ὁ φόβος, ταῦτα, προελθούσης ἀδείας καὶ ἐλευθερίας, ῥᾳδίως ἐλέγετο. Ἐπεὶ δὲ ἐγένοντο ἐν τῷ στρατοπέδῳ, ὅ τε Λαῖτος καὶ Ἔκλεκτος εἰσῆλθον ἄγοντες τὸν Περτίνακα· καὶ ἀναγορεύεται βασιλεύς. 4. Ὅτι εὐταξίας καὶ εὐμοιρίας κατεχούσης τὸν βίον, βασιλεύοντος Περτίνακος, μόνοι οἱ δορυφόροι ἀσχάλλοντες μνήμῃ μάλιστα τῆς προγεγενημένης αὐτοῖς τυραννίδος, ἁρπαγάς τε καὶ βίας ποθοῦντες, ἐβουλεύσαντο ἀποσκευάσασθαι τὸν Περτίνακα, ζητῆσαι δέ τινα τὸν πάλιν αὐτοῖς παρέξοντα ἀκόλαστον ἐξουσίαν. Αἰφνιδίως τοίνυν, οὐδενὸς προσδοκῶντος, ἀλλὰ πάντων ἡσυχαζόντων, προσπηδῶσι τοῖς βασιλείοις τὰ ξίφη σπασάμενοι. Οἱ δὲ ἐν τῇ βασιλείῳ ὑπηρεσίᾳ ταραχθέντες, οὐκ ἔμενον, ἀλλ' ἕκαστος ἣν εἶχε φρουρὰν καταλιπὼν ἔφυγεν. Ὀλίγοι δέ τινες ἀπαγγείλαντες τῷ Περτίνακι τὴν ἔφοδον, συνεβούλευον φυγεῖν, καὶ τῇ τοῦ δήμου καὶ τῇ τῆς συγκλήτου βοηθείᾳ ἑαυτὸν ἐπιδοῦναι. Ὁ δὲ οὐκ ἀνασχόμενος, βασιλείας οὐκ ἄξια ταῦτα νομίσας, ἐξῆλθε τοῦ δωματίου, προσδοκῶν πείθειν αὐτοὺς καὶ παύσειν τῆς ἀλόγου ὀργῆς, αἰδουμένους τὸ τοῦ βασιλέως σχῆμα καὶ τὴν τοῦ ἀνδρὸς φιλοσοφίαν. Ἔτι δὲ λαλοῦντος τοῦ πρεσβύτου καὶ πολλὰ παραινοῦντος, ἐπιπίπτουσί τε αὐτῷ καὶ φονεύουσι, δράσαντες ὄντως ὠμὸν ἔργον· καὶ δεδιότες τὴν ἔφοδον τὴν τοῦ δήμου, εἰς τὸ στρατόπεδον δρόμῳ ἀναχωρήσαντες καὶ τὰς πύλας ἀποκλείσαντες, ἐπὶ τοῦ τείχους ἀνῆλθον, φρουρὰς καταστήσαντες, ἀμυνούμενοι τοὺς ἐπιόντας. 5. Ἐπειδὴ δὲ διεφοίτησεν εἰς τὸν δῆμον ἡ τοῦ βασιλέως ἀναίρεσις, ταραχή τε καὶ πένθος πάντας κατεῖχε, διέθεόν τε ἐνθουσιῶσιν ἐοικότες, μηδὲ εὑρεῖν μηδὲ ἀμύνασθαι δυνάμενοι τοὺς δεδρακότας. Μιᾶς δέ που καὶ δευτέρας ἡμέρας διαδραμούσης, οἱ μὲν δημόται ἕκαστος καθ' ἑαυτὸν δεδιὼς ὑπανεχώρει, οἱ δὲ ἐν ἀξιώμασιν ὄντες ἐς τὰ πορρωτάτω τῆς πόλεως κτήματα ἀπεδίδρασκον, ὡς ἂν μή τι δεινὸν ἐκ τῆς ἐσομένης ἀρχῆς παρόντες πάθοιεν. 46 Τοιοῦτον μὲν δὴ τέλος τῷ Περτίνακι βασιλεύσαντι μῆνας ἕξ. 6. Οἱ δὲ στρατιῶται, ὡς εἶδον μηδένα τολμῶντα ὑπεξελθεῖν τῷ φόνῳ, ἀναβάντες ἐπὶ τὸ τεῖχος ἐκήρυττον, «Τίς βούλεται τὴν βασιλείαν ὠνήσασθαι;» Ὡς δὲ διεφοίτησεν ἡ φήμη, Ἰουλιανός τις, ἤδη μὲν τετελεκὼς τὴν ὕπατον ἀρχὴν, ἐν εὐπορίᾳ δὲ πολλῇ εἶναι δοκῶν, ζῶν δὲ κραιπάλαις καὶ τρυφαῖς, καὶ ἄλλοις κακοῖς **. 123 ΙΟΥΛΙΑΝΟΣ. Exc. De virt.: Ὅτι Ἰουλιανὸς ὁ ὕπατος, ὁ ὠνησάμενος τὴν βασιλείαν, ἐπεὶ παρῆλθεν εἰς τὴν ἀρχὴν, εὐθέως τρυφαῖς καὶ κραιπάλαις ἐσχόλαζε, τῇ μὲν τῶν δημοσίων ἐπιμελείᾳ ῥᾳθύμως προσφερόμενος, εἰς δὲ τὸ ἁβροδίαιτον ἐπιδιδοὺς ἑαυτόν. Εὑρίσκετο δὲ καὶ τοὺς στρατιώτας ψευσάμενος· οὔτε γὰρ οἴκοθεν ἦν αὐτῷ τοσαῦτα χρήματα, καὶ οἱ δημόσιοι θησαυροὶ ἐκεκένωντο ὑπὸ Κομόδου. Ἐκ ταύτης τῆς αἰτίας οἵ τε στρατιῶται ἠγανάκτουν, καὶ ὁ δῆμος ἐν τοῖς θεάτροις ἐν καταφρονήσει αὐτὸν ἐποίει. 124 ΝΙΓΡΟΣ. Exc. De ins.: Ἐκ ταύτης τῆς αἰτίας οἵ τε στρατιῶται ἠγανάκτουν, καὶ ὁ δῆμος αἰσθόμενος ἐν καταφρονήσει αὐτὸν ἐποιεῖτο, καὶ Νίγρον ἐν τοῖς θεάτροις ἐπεκάλει, βοηθόν τε αὐτὸν γενέσθαι τὴν ταχίστην τῇ Ῥωμαίων ἀρχῇ ἠξίου, ὡς ἐφύβριστα πασχούσῃ. Καὶ τοῦτον ἀναγορεύουσι βασιλέα. Ὁ δὲ καὶ αὐτὸς ἐξυπτιάζεται πρὸς τὴν τῶν πραγμάτων ἐπιμέλειαν, καὶ ἀνειμένως τοῖς Ἀντιοχεῦσι συνευφραίνετο, εἰς ἑορτὰς καὶ θέας ἐπιδιδοὺς ἑαυτὸν, τῆς τε εἰς τὴν Ῥώμην ἀφόδου ἠμέλει, τοῖς τε Ἰλλυρικοῖς στρατεύμασι δέον ἐπιφοιτῆσαι τὴν ταχίστην, καὶ φθάσαι οἰκειωσάμενον αὐτὰ, οὐδὲ τῶν πραττομένων τι αὐτοῖς ἐδήλου, ἐλπίζων πάντας ὁμογνώμονας ἔσεσθαι τῇ Ῥωμαίων εὐχῇ. Ταῦτα δὲ αὐτοῦ πράττοντος, διηγγέλθη εἰς Ἰλλυριοὺς καὶ πᾶν τὸ ἐκεῖσε στρατιωτικὸν, ὃ ταῖς ὄχθαις Ἴστρου τε καὶ Ῥήνου ἐπικείμενον ἀπείργει τοὺς ἐπέκεινα βαρβάρους, καὶ φρουρεῖ τὴν Ῥωμαίων ἀρχήν. Ἡγεῖτο δὲ τούτων Σεβῆρος, τὸ μὲν γένος Λίβυς, εἰς δὲ πραγμάτων διοίκησιν γενναῖος.
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.