Historia Chronike · §u12-rem-early

Unit 12 rem early

Rem early: Unit 12; lemma and argument toward the thesis.

Greek

μέλλησίν τε καὶ ῥᾳθυμίαν. Ὁ δὲ Ἰουλιανὸς ἀφασίᾳ τε καὶ ἀπορίᾳ καταληφθεὶς πέμπει πρὸς τὸν Σεβῆρον, κοινωνὸν αὐτὸν τῆς βασιλείας ἀποφηνάμενος. 4. Ἡ δὲ σύγκλητος ὁρῶσα τὸν Ἰουλιανὸν ἐν ἀπογνώσει, τῷ δὲ Σεβήρῳ πάντας ἤδη προσχωροῦντας, συνέδριον ποιησαμένη ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ ποτε οἱ ὕπατοι τὰ πράγματα διῴκουν, ψηφίζεται τὸν μὲν ἀναιρεθῆναι, ἀποδεχθῆναι δὲ μόνον αὐτοκράτορα Σεβῆρον. Πρεσβείαν τε πρὸς αὐτὸν ἐκπέμπει διὰ τῶν ἐξοχωτάτων τῆς βουλῆς, πάσας τε αὐτῷ προσφέρει τὰς σεβασμίους τιμάς· ἐπὶ δὲ τὸν Ἰουλιανὸν χιλίαρχον, ἀποκτενοῦντα ἄνανδρον καὶ ἄθλιον πρεσβύτην, ἰδίοις χρήμασιν ὠνησάμενον οὕτω πονηρὸν τέλος. Ὁ μὲν οὖν εὑρεθεὶς ἔρημος, αἰσχρῶς ὀλοφυρόμενος ἐφονεύθη. Ἐπεὶ δὲ τὰ παρὰ τῆς συγκλήτου ἐδηλώθη τῷ Σεβήρῳ, ἥ τε τοῦ Ἰουλιανοῦ ἀναίρεσις, ἀναβὰς ἐπὶ τοῦ βήματος, αὐτοκράτωρ καὶ Αὔγουστος ὑπὸ Ῥωμαίων ἀνηγορεύθη. 127 Exc. Salm.: Σεβῆρος ἔστειλε γράμματα εἰς Ῥώμην ὑπαντῆσαι αὐτῷ τοὺς στρατιώτας. Συνελθόντας δὲ ὠνείδισεν, εἰπὼν, ὅτι κἂν μὴ αὐτοὶ ἐγένοντο αὐτόχειρες Περτίνακος τοῦ βασιλέως, ἀλλὰ δέον αὐτοὺς ἀνελεῖν τοὺς ἀποκτείναντας ἐκεῖνον· τοῦτο μὴ ποιήσαντες ὑπ' αἰτίασιν εἰσὶ φόνου. «Ἐπὶ φυλακῇ γὰρ βασιλικῇ ταχθέντες, ἔφη, οὐκ ἐν τῷ ἀριστερῷ μέρει τὰ ξίφη διαζώννυσθε, ἀλλ' ἐν τῷ δεξιῷ.» Καὶ ἀπολαβὼν τὰ ὅπλα καὶ τοὺς ἵππους, ἀπεδίωξεν αὐτούς. Εἷς δὲ στρατιώτης, οὐκ ἀνασχομένου τοῦ ἵππου ἀπολιπεῖν αὐτὸν, ἀλλ' ἀκολουθοῦντος καὶ χρεμετίζοντος, ὑπεραλγὴς γενόμενος, τὸν ἵππον ἀπέσφαξε καὶ ἑαυτόν. Οὗτος ὁ βασιλεὺς τὸ Βυζάντιον παραλαβὼν τὰ τείχη καθεῖλεν. Εἶχε δὲ πύργους ἑπτὰ ἐκ τῶν Θρᾳκίων πυλῶν ἀρχομένους καὶ ἐπὶ τὴν ἀρκτῴαν καθήκοντας θάλασσαν. Καὶ τούτων εἴ τις ἑτέρῳ τῳ πύργῳ προσῆλθεν, οὐδεμία αἴσθησις τοῖς ἄλλοις ἐγένετο· εἰ δὲ τῷ πρώτῳ ἐνεβόησεν ἢ λίθον ἐνέβαλεν, αὐτός τε ἤχει, καὶ σιωπήσας τῷ δευτέρῳ μετεδίδου τῆς ἠχοῦς, καὶ εἶτα τῷ τρίτῳ, καὶ ἐφεξῆς. 128 Exc. De ins.: Ὁ δὲ Σεβῆρος θυμῷ καὶ ὀργῇ εὐθέως πρὸς τοὺς ἐν Ῥώμῃ φίλους αὐτοῦ

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.