Historia Chronike · §u12-open

Historia Chronike Unit 12 opening

Unit 12.

Lemma-led open — ΣΕΒΗΡΟΣ. . .: Οὗτος ὁ Σεβῆρος τὸ μὲν γένος ἦν Λίβυς, ἐς δὲ πραγμάτων διοίκησιν γενναῖος ἅμ

Greek

125 ΣΕΒΗΡΟΣ. Exc. De virt.: Οὗτος ὁ Σεβῆρος τὸ μὲν γένος ἦν Λίβυς, ἐς δὲ πραγμάτων διοίκησιν γενναῖος ἅμα καὶ θυμοειδὴς, σκληρῷ τε βίῳ καὶ τραχεῖ ἐνειθισμένος, πόνους τε ἀνέχων ῥᾷστα, νοῆσαί τε ταχὺς καὶ τὸ νοηθὲν ἐπιτελέσαι ὀξύς. 126 Exc. De ins.: Οὗτος πυθόμενος τὴν Ῥωμαίων ἀρχὴν μετέωρον φερομένην ἁρπάζεσθαι, καταγνοὺς τοῦ μὲν ῥᾳθυμίαν, τοῦ δὲ δυσπραγίαν (ἐνέπειθον δὲ αὐτὸν καὶ ὀνείρατα καὶ χρησμοὶ καὶ σύμβολα· τό γε τελευταῖον ᾠήθη τὸν Περτίνακα ἰδεῖν ἐφ' ἵππου προϊόντα, τὸν δὲ ἵππον ἐκεῖνον μὲν ἀποσεισάμενον, Σεβῆρον δὲ ἀναλαβόντα)· οὕτω τοίνυν ὁ Σεβῆρος ἀρθεὶς τὴν γνώμην ἀπόπειραν τῶν στρατιωτῶν ἐποιεῖτο. Τὰ μὲν πρῶτα κατ' ὀλίγους ἡγεμόνας τε καὶ χιλιάρχους οἰκειούμενος, περὶ τῆς Ῥωμαίων ἀρχῆς διελέγετο, ὡς ἐπέρριπτο, οὐδενὸς ὄντος τοῦ κατ' ἀξίαν αὐτὴν λαμβάνοντος καὶ Περτίνακος φόνον ζητοῦντος· ἡγεμὼν γὰρ τῶν Ἰλλυριῶν ἐπὶ Μάρκου καταστὰς ὁ Περτίναξ μνήμης εἶχε παρ' αὐτοῖς μεγάλως. 2. Τοιαῦτα τοίνυν λέγοντος τοῦ Σεβήρου, ἐπέδοσαν ἑαυτοὺς οἱ στρατιῶται, μάλιστα διὰ τὸν Περτίνακος φόνον, ὥστε παραχρῆμα καὶ αὐτοκράτορα ἀποδεῖξαι τὸν Σεβῆρον. Ὁ δὲ τὴν ἀρχὴν ὑποδεξάμενος, 47 καί τινα προδιαλεχθεὶς τῷ στρατοπέδῳ, εὐθέως τὴν ἐπὶ τὴν Ῥώμην ἄφιξιν προηγόρευσεν, ὀλίγον τινὰ δοὺς καιρὸν τοῖς στρατιώταις ἀναπαύσεως. Ὡς δὲ τῆς ὁδοιπορίας ἤρξατο, οὐδαμοῦ τρυφὴν βασιλικὴν ἐνδεικνύμενος, ἀλλὰ σὺν τοῖς στρατιώταις διαιτώμενος, ἐπέστη τε τοῖς τῆς Ἰταλίας ὅροις, τήν τε φήμην προφθάσας τοῖς ἐκεῖσε παρὼν ὤφθη· καὶ πάντες αὐτὸν δαφνηφοροῦντες καὶ ταῖς πύλαις ἠνεωγμέναις ἐδέχοντο. Ὡς δὲ ταῦτα τῷ Ἰουλιανῷ ἀπηγγέλλετο, ἐν ἐσχάτῃ ἀπογνώσει ἦν, τοῦ μὲν στρατοῦ τὴν δύναμιν καὶ τὸ πλῆθος ἀκούων, οὔτε δὲ τῷ δήμῳ πιστεύων, οὔτε τοῖς στρατιώταις θαρρῶν οὓς ἐψεύσατο. Καὶ διὰ τοῦτο οὐδὲ τῆς πόλεως προελθεῖν ἐτόλμα, ἀλλὰ τὰ ἔνδον παρασκευάζετο, ὡς τὴν Σεβήρου μάχην ἐν τῇ πόλει ποιησόμενος. 3. Ἐκείνου δὲ ταῦτα βουλομένου, ὁ Σεβῆρος κατέλαβε τὰ τείχη, καὶ κελεύει διὰ πάσης ὁδοῦ λανθάνοντας καὶ κρύπτοντας τὰ ὅπλα ἐν ἰδιωτῶν σχήματι εἰσδῦναι τοὺς στρατιώτας· καὶ ἤδη οἱ πολέμιοι ἔνδον ἦσαν, τοῦ Ἰουλιανοῦ ἐξυπτιάζοντος καὶ ἀγνοοῦντος τὰ πραττόμενα. Ἐπειδὴ δὲ ταῦτα διάπυστα τῷ δήμῳ ἐγένετο, ἐν πολλῇ ταραχῇ ὄντι διὰ τὴν δύναμιν τοῦ Σεβήρου, τὰ ἐκείνου φρονεῖν προσεποιοῦντο, τοῦ μὲν Ἰουλιανοῦ καταγινώσκοντες ἀνανδρείαν, τοῦ δὲ Νίγρου

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.