Historia Chronike · §u14-rem-mid

Unit 14 rem mid

Rem mid: Unit 14; lemma continues; reading with the letter.

Greek

Πέρσαις συμφορὰν κατὰ τὴν Ἀντιόχειαν διατρίβοντος, ἀγγέλλεται αὐτῷ, ὅτι Γερμανοὶ Ῥῆνον καὶ Ἴστρον διαβάντες, τὴν Ῥωμαίων πορθοῦσιγῆν, καὶ τὰ ἐπὶ ταῖς ὀχθαῖς στρατόπεδα κατατρέχουσι, πόλεις τε καὶ κώμας ἐμπιπρᾶσι· δεῖσθαι τοίνυν τῆς αὐτοῦ παρουσίας. ∆ηλωθέντα δὲ ταῦτα τὸν Ἀλέξανδρον ἐτάραξε, καὶ τοὺς ἐκ τοῦ Ἰλλυρικοῦ στρατιώτας ἐλύπησε, διπλῇ δοκοῦντας κεχρῆσθαι συμφορᾷ, ἔκ τε ὧν ἐπεπόνθεσαν Πέρσαις μαχόμενοι, καὶ ἐξ ὧν ἐπυνθάνοντο τοὺς οἰκείους ὑπὸ Γερμανῶν ἀπολωλότας. Ἠγανάκτουν οὖν καὶ τὸν Ἀλέξανδρον εἶχον ἐν αἰτίᾳ. Ἦν δὲ καὶ αὐτῷ δέος περὶ τῆς Ἰταλίας· οὐδὲ γὰρ πολλὴν ὁδὸν ἀπέχει ἀπὸ τῶν Ἰλλυριῶν ἐθνῶν τὰ Ῥωμαίων. Ἐπαγγέλλειδὴ καὶ ἄκων τὴν ἔξοδον, καταλιπὼν δύναμιν αὐτάρκη ταῖς Ῥωμαίων ὄχθαις. Ἀνύσας δὲ τὴν ὁδοιπορίαν, ἐφίσταται τῷ Ῥήνῳ, καὶ τὰ πρὸς τὸν Γερμανικὸν πόλεμον παρεσκεύαζε· τόν τε ποταμὸν ναυσὶ γεφυρώσας, Παρθυαίους τε καὶ Μαυρουσίους πολλοὺς τῷ Ῥωμαίων στρατῷ συμμίξας, ἤρτυε τὸν πόλεμον. Ἔδοξε δὲ πρότερον πρεσβείαν πέμψαι πρὸς αὐτοὺς καὶ χρήματα ἐπαγγείλασθαι, ὡς ἂν τῇ φιλαργυρίᾳ πεισθέντες παύσωνται τοῦ πολέμου. Καὶ οἱ μὲν στρατιῶται χαλεπῶς ἔφερον, διατριβῆς τε ματαίας αὐτοῖς γινομένης, καὶ μηδὲν πρόθυμον ἢ γενναῖον παρέχοντος τοῦ Ἀλεξάνδρου, ἀλλ' ἐν ἡνιοχείαις τε καὶ τρυφαῖς σχολάζοντος. 2. Ἦν δέ τις ἐν τῷ στρατῷ Μαξιμῖνος ὄνομα, τὸ μὲν γένος Θρᾲξ μιξοβάρβαρος· πρότερον μὲν ἐν παιδὶ ποιμαίνων, ἐν ἀκμῇ δὲ γενόμενος εἰς τοὺς ἱππεῖς στρατιώτας ταγεὶς, εἶτα κατ' ὀλίγον αὐτὸν χειραγωγούσης τῆς τύχης, καὶ ἐθνῶν ἀρχὰς πιστευθείς. Τότε δὴ ὁ Ἀλέξανδρος πάσης αὐτὸν τοῦ στρατοῦ νεολαίας ἐπέστησεν, ὡς ἂν ἀσκοίη τε αὐτοὺς καὶ εἰς τὸ πολεμεῖν ἐπιτηδείους παρασκευάζοι. Ὁ δὲ μετὰ πάσης σπουδῆς τὰ ἐγκεχειρισμένα ποιούμενος, εὔνοιαν πολλὴν παρὰ τῶν στρατιωτῶν ἐκτήσατο. Ὅθεν οἱ νεανίαι, ἐν οἷς ἦν τὸ πολὺ πλῆθος Παιόνων μάλιστα, τῇ μὲν ἀνδρείᾳ τῇ Μαξιμίνου ἔχαιρον, τὸν δὲ Ἀλέξανδρον ἐπέσκωπτον, ὡς ὑπὸ τῆς μητρὸς ἀρχόμενον. Ὑπεμίμνησκον δὲ ἀλλήλους τῶν τε ὑπὸ ταῖς ἀνατολαῖς διὰ μέλλησιν αὐτοῦ πταισμάτων, καὶ ὅτι μηδὲν γενναῖον παρέχοιτο ἐς Γερμανοὺς ἐλθών. Ὄντες οὖν καὶ ἄλλως εἰς τὸ καινοτομεῖν ἐπιτήδειοι, καὶ τὸ μὲν παρὸν τῆς ἀρχῆς βαρὺ διὰ μῆκος ἐξουσίας ἡγούμενοι, ἀκερδές τε ἤδη, πάσης προανηλωμένης φιλοτιμίας, ἐβουλεύσαντο ἀποσκευάσασθαι μὲν τὸν Ἀλέξανδρον, ἀνειπεῖν δ' αὐτοκράτορα καὶ Αὔγουστον τὸν Μαξιμῖνον. 3. Ἀθροισθέντες οὖν εἰς τὸ πεδίον ὡπλισμένοι, ὡς ἐπὶ τὰ συνήθη γυμνάσια προελθόντα καὶ ἐπιστάντα αὐτοῖς

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.