Historia Chronike · §u14-rem-close

Unit 14 rem close

Rem CLOSEOUT: Unit 14 CLOSEOUT.

Greek

Μαξιμῖνον, πορφύρᾳ περιβαλόντες βασιλικῇ, αὐτοκράτορα ἀναγορεύουσιν. Ὁ δὲ τὰ μὲν πρῶτα παρῃτεῖτο, καὶ τὴν πορφύραν ἀπέρριπτεν· ὡς δὲ ἐνέκειντο ξιφήρεις ἀποκτείνειν ἀπειλοῦντες, τοῦ παρόντος κινδύνου τὸν μέλλοντα προελόμενος, ἀνεδέξατο τὴν τιμήν. Ὡς δὲ ταῦτα ἠγγέλθη τῷ Ἀλεξάνδρῳ, ἐν μεγίστῃ ταραχῇ 55 γενόμενος, προπηδήσας τῆς σκηνῆς, ἐνθουσιῶν καὶ δακρύων καὶ τρέμων, τοῦ τε Μαξιμίνου τῆς ἀπιστίας κατηγόρει, καὶ τοὺς νεανίας ἔλεγε ταῦτα προπετῶς καὶ ἐπιόρκως τετολμηκέναι, δώσειν τε πάντα ὑπισχνεῖτο ὅσα αὐτοὶ βούλοιντο. 4. Ὡς δὲ ὁ Μαξιμῖνος ὤφθη πλησίον, βοή τε καὶ ἦχος ἐξηκούσθη, πάλιν ὁ Ἀλέξανδρος τοὺς στρατιώτας ἐλιπάρει, προμαχεῖν καὶ σώζειν ὃν ἀνεθρέψαντο, καὶ ὑφ' ᾧ βασιλεύοντι τεσσαρεσκαίδεκα ἔτεσιν ἀμέμπτως βεβιώκεισαν· πάντας τε εἰς οἶκτον καὶ ἔλεον προκαλούμενος, ὁλπίζεσθαι ἐκέλευσεν. Οἱ δὲ στρατιῶται τὰ μὲν πρῶτα ὑπισχνοῦντο, κατ' ὀλίγους δὲ ἀνεχώρουν, καὶ οὐδὲ ὅπλα λαβεῖν ἤθελον, ἀλλὰ καὶ τὸν ἐπάρχοντα καὶ τοὺς οἰκείους Ἀλεξάνδρου ᾔτουν πρὸς ἀναίρεσιν. (Παπιανὸς δὲ ἦν ὁ νομοθέτης.) Οἱ δὲ καὶ τὴν μητέρα ἐμέμφοντο. Καὶ μέχρι μέν τινος τοιαῦτα βοῶντες προσέμενον. 5. Ὡς δὲ ὁ τοῦ Μαξιμίνου στρατὸς ἤγγισεν, καὶ βοῶντες οἱ νεανίαι προὐκαλοῦντο τοὺς συστρατιώτας, καταλιπεῖν μὲν γύναιον μικρολόγον καὶ μειράκιον δειλὸν μητρὶ δουλεῦον, προσιέναι δὲ συστρατιώτῃ ἐν ὅπλοις ἀεὶ καὶ πολεμικοῖς ἔργοις διῃτημένῳ· πεισθέντες οἱ στρατιῶται, τὸν μὲν Ἀλέξανδρον καταλιμπάνουσιν, αὐτοὶ δὲ προσίασι τῷ Μαξιμίνῳ· αὐτοκράτωρ τε ὑπὸ πάντων ἐκεῖνος ἀναγορεύεται. Ὁ δὲ Ἀλέξανδρος τρέμων καὶ λειποψυχῶν, μόλις εἰς τὴν σκηνὴν ἐπανέρχεται, καὶ τῇ μητρὶ περιπλακεὶς καὶ ἀποδυρόμενός τε καὶ αἰτιώμενος αὐτὴν, ἀνέμενε τὸν φονεύσοντα. 6. Ὁ δὲ Μαξιμῖνος ὑπὸ πάντων Σεβαστὸς προσαγορευθεὶς, πέμπει τινὰς τοὺς φονεύσοντας τὸν Ἀλέξανδρον καὶ τὴν μητέρα, καὶ εἴ τινες ἀνθίσταντο τῶν σὺν αὐτῷ. Οἱ δὲ ἐπιπηδήσαντες τῇ σκηνῇ, αὐτόν τε ἀναιροῦσι καὶ τὴν μητέρα, καὶ εἴ τινες ἐδόκουν ἐκείνῳ φίλοι, πλὴν τῶν πρὸς ὀλίγον φυγεῖν δυνηθέντων· πάντας γὰρ ὁ Μαξιμῖνος μετ' οὐ πολὺ συλλαβὼν ἀπέκτεινεν. Τέλος μὲν δὴ τοιοῦτο κατέλαβε τὸν Ἀλέξανδρον καὶ τὴν μητέρα, βασιλεύσαντα ἔτεσι ιδʹ, ὅσον πρὸς τοὺς ἀρχομένους, ἀμέμπτως καὶ ἀναιμωτί· φόνου τε γὰρ καὶ ὠμότητος ἀκρίτων τε ἔργων ἀλλότριος ἐγένετο, εἴ τε τὸ φιλάνθρωπον καὶ εὐεργετικὸν ἐπιρρεπής. Πάνυ γοῦν ἂν ἡ Ἀλεξάνδρου βασιλεία εὐδοκίμησεν εἰς τὸ ὁλόκληρον, εἰ μὴ διεβέβλητο αὐτῷ τὰ τῆς μητρὸς εἰς φιλαργυρίαν τε καὶ μικρολογίαν.

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.