Historia Chronike · §u16-rem-close

Unit 16 rem close

Rem CLOSEOUT: Unit 16 CLOSEOUT.

Greek

Μαιώτιδος λίμνης ἐπεραιώθησαν· οὓς καταπολεμήσας ἐπὶ τὴν εὐρώπην ἐξώρμησεν. Ἔνθα δὴ καὶ εἰς ἐπιβουλὴν ἐμπεσὼν, ἐξ αἰτίας ἀναιρεῖται τοιᾶσδε. Μαξιμίνῳ γένει προσήκοντι τὴν Συρίας ἀρχὴν παραδέδωκεν. Οὗτος τοῖς ἐν τέλει τραχύτατα προσφερόμενος, εἰς φθόνον ἅμα καὶ φόβον τὸν βασιλέα κατέστησε. Τεκόντων δὲ τούτων μῖσος, τὸ λειπόμενον εἰς ἐπιβουλὴν ἐτελεύτησεν, ἧς κοινωνοὺς ποιησάμενοι τοὺς Αὐρηλιανὸν ἀνελόντας, αὐτῷ μὲν ἐπιθέμενοι τῷ Μαξιμίνῳ κατέσφαξαν· διώξαντες δὲ ἀναζευγνύντα ἐπὶ τὴν Εὐρώπην Τάκιτον ἀναιροῦσιν, ἓξ μησὶ τοῖς ὅλοις βασιλεύσαντα. 158 ΠΡΟΒΟΣ. Ibid.: Ὅτι Πρόβος καὶ Φλωριανὸς οἱ δύο ἅμα συνεβασίλευσαν. Καὶ ὁ Πρόβος οὐ κατὰ τὴν αὐτοῦ προαίρεσιν ἀνεῖλε τὸν Φλωριανὸν, μήνας βʹ πρὸς ἡμέρας κʹ ἀπολαύσαντα τῆς ἐξουσίας. 2. Ὅτι Πρόβου βασιλεύσαντος Ῥωμαίων, Σατουρνῖνος τῷ γένει Μαυρούσιος, ὢν εἰς τὰ μάλιστα τῷ βασιλεῖ προσφιλὴς, διὰ τοῦτό τε καὶ τὴν τῆς Συρίας ἀρχὴν ἐπιτετραμμένος, τῆς βασιλέως ἀποστὰς πίστεως, εἰς ἐπαναστάσεως ἔννοιαν ἦλθεν. Ὅπερ ἀκούσαντι τῷ Πρόβῳ καὶ διανοουμένῳ τὸ ἐγχείρημα μετελθεῖν, ἔφθησαν οἱ κατὰ τὴν ἑῴαν στρατιῶται, συγκατασβέσαντες τῇ τυραννίδι τὸν ἄνθρωπον. Ἔπαυσε δὲ καὶ ἄλλην ἐπανάστασιν ἐν τῇ Βρεττανίᾳ, μελετηθεῖσαν διὰ Βικτωρίνου Μαυρουσίου τὸ γένος. Ὧπερ πεισθεὶς ἔτυχε τὸν ἐπαναστάντα τῆς Βρεταννίας ἄρχοντα προστησάμενος. Καλέσας δὲ τὸν Βικτωρῖνον πρὸς ἑαυτὸν, καὶ ἐπὶ τῇ συμβουλῇ μεμψάμενος, τὸ πταῖσμα ἐπανορθώσοντα πέμπει. Ὁ δὲ ἐπὶ τὴν Βρεττανίαν εὐθὺς ἐξορμήσας, περινοίᾳ οὐκ ἄφρονι τὸν τύραννον ἀναιρεῖ. 159 Exc. Salm.: Πρόβου ἀρχθέντος, βροχὴ γέγονε σῖτον κατάγουσα, ὃν συναγαγόντες σωροὺς μεγάλους ἐποίησαν. Ἐπὶ Αὐρηλιανοῦ ψεκάδες ἀργυραῖ κατηνέχθησαν. 160 Exc. De ins.: Ὅτι πολλὰ διαπραξαμένου τοῦ Πρόβου, καλῶς τε καὶ δικαίως οἰκονομήσαντος τὴν ἀρχὴν, ἐπανάστασις ἐκ τῆς ἑσπέρας ἀγγέλλεται, τῶν ἐν Ῥαιτίᾳ καὶ Νωρικῷ δυνάμεων Κάρῳ περιθέντων τὴν ἁλουργίδα. Τοῦ δὲ δύναμιν ἐναντιωσομένην αὐτῷ στείλαντος, οἱ μὲν πεμφθέντες πρὸς Κάρον μετέστησαν· αὐτοὶ δ' ἐπὶ πάντας ἐρήμῳ βοηθείας τῷ Πρόβῳ, κωλύοντος οὐδενὸς, διεχρήσαντο βασιλεύσαντα ἐνιαυτοὺς ἓξ, μήνας δʹ. t161-163 ΚΑΡΟΣ. 161 Exc. Salm.: Νουμεριανὸς τυφλωθεὶς ἐν κεκαλυμμένῳ φορείῳ ἀπὸ Περσίδος ἐβαστάζετο· ὃν λάθρα ἀνεῖλεν ὁ πενθερὸς, καὶ ἔλαθεν νεκρὸς φερόμενος ἕως ἐκ τῆς δυσωδίας ἐδηλώθη. Καρῖνος ὠμότατος ἦν· ὃς καὶ τούς ποτε ἐν τῷ παιδευτηρίῳ σκώψαντας εἰς αὐτὸν ἠμύνατο. 162 Exc. De virt.: Ὅτι Καρῖνος ὁ τοῦ Κάρου υἱὸς βασιλεύσας πρᾶγμα μὲν εἰς κοινὸν ὄφελος φέρον οὐδὲν εἰργάσατο, τρυφῇ δὲ καὶ ἐκδεδιῃτημένῳ βίῳ τὰ καθ' ἑαυτὸν παραδοὺς, παρανάλωμα τῆς τρυφῆς 63 ἐποιεῖτο φόνους οὐδὲν ἠδικηκότων ἀνθρώπων, κατά τι προσκε κρουκέναι νομισθέντων αὐτῷ. Βαρυνομένων δὲ πάντων ἐπὶ τῇ πικρᾷ τυραννίδι συναναμιχθείσῃ νεότητι, καὶ πάντα ἐκμελῶς καὶ δίχα λογισμοῦ πραττούσῃ **. 163 Exc. De ins.: Ὅτι Καρίνου βασιλεύσαντος τοῦ υἱοῦ Κάρου, καὶ πάντα ἐκμελῶς καὶ λογισμοῦ δίχα πράττοντος, ἀγγελθείσης τοῖς ἐν Ἰταλίᾳ τῆς Νουμεριανοῦ τελευτῆς, ἐπὶ τῇ Καρίνου περὶ πάντα ἐκμελείᾳ καὶ ὠμότητι δυσχεράναντες οἱ τῶν ἐκεῖσε στρατοπέδων ἡγούμενοι, Σαβινῷ Ἰουλιανῷ τὴν ὕπαρχον ἀρχὴν ἔχοντι βασιλικὴν στολὴν περιθέντες, μάχεσθαι σὺν αὐτῷ διενοοῦντο Καρίνῳ. Καρῖνος δὲ γνοὺς τὴν ἐπανάστασιν, ἐπὶ τὴν Ἰταλίαν ἐστέλλετο. Τότε δὴ τῶν στρατιωτῶν συμφρονῆσαι σφίσιν τοὺς ἀπὸ Περσῶν ἐπανελθόντας ἀναπεισάντων, ∆ιοκλητιανὸν ἤδη κατὰ τὴν Νικομήδειαν τὴν ἁλουργίδα περιθέμενον ἄγουσι κατὰ τὴν Ἰταλίαν. Ἔτι δὲ ὄντος αὐτοῦ κατὰ τὴν ὁδὸν, συμβαλὼν ὁ Καρῖνος τοῖς Σαβινοῦ Ἰουλιανοῦ στρατιώταις, καὶ στρέψας ἐν τῇ μάχῃ τούτους, τῶν σὺν αὐτῷ τινῶν ἐπελθόντων, αἰφνίδιον ἀναιρεῖται, τῶν χιλιάρχων ἑνὸς, οὗ τὴν γυναῖκα διαφθείρας ἔτυχεν, ἀνελόντος αὐτόν.

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.