Historia Chronike · §u17-open

Historia Chronike Unit 17 opening

Unit 17.

Lemma-led open — - ∆ΙΟΚΛΗΤΙΑΝΟΣ. .: Ὅτι ἐπὶ ∆ιοκλητιανοῦ Καραύσιός τις ἀνὴρ τεχθεὶς μὲν ἐν ἀφανεστάτῃ πόλει

Greek

t164-167 ∆ΙΟΚΛΗΤΙΑΝΟΣ. 164 Ibid.: Ὅτι ἐπὶ ∆ιοκλητιανοῦ Καραύσιός τις ἀνὴρ τεχθεὶς μὲν ἐν ἀφανεστάτῃ πόλει, περὶ δὲ στρατιωτικὰ σπουδῇ καὶ γενναιότητι διαφέρων κατὰ μικρὸν δόξαν ἀρίστην κτησάμενος, ἐκ τοιαύτης αἰτίας νεωτερίζειν ἤρξατο. Βελγικὸν καλούμενον κλῖμα, κατὰ τὴν τῆς ἁλμυρίδος θάλασσαν, Φράγκοι τε καὶ Σάξονες, ἔθνη Κελτικὰ, διετάραττον, ληϊζόμενοι τοὺς ἐμπόρους, καὶ τῶν χωρίων πορθοῦντες τὰ ἐπιθαλάσσια. Σταλεὶς τοίνυν οὗτος ἐκ Βονωνίας πόλεως Γαλατικῆς, ἐπειδὴ πολλοὺς μὲν τῶν βαρβάρων ἐχειρώσατο, τὴν δὲ λείαν τὴν ἐκ τοῦ πολέμου οὔτε τοῖς ἐποίκοις τῶν ἐθνῶν ἀπεδίδου οὔτε τοῖς βασιλεῦσιν ἀπέπεμπεν, ἑκουσίως προπέμπειν τοὺς πολεμίους ὑπωπτεύθη· ἀναιρεθῆναι τοίνυν ὑπὸ τοῦ Ἑρκουλίου προσταχθεὶς, τήν τε πορφύραν περιέθετο, καὶ τὴν Βρεττανίαν καταλαμβάνει. Καὶ τούτου τοῦτο πεπραχότος, καὶ κεκινημένων πάντων τῶν πραγμάτων, καὶ Ἀχιλλεὺς κατὰ τὴν Αἴγυπτον ἐνεωτέριζεν, καὶ ἡ Ἀφρικὴ πρὸς πέντε ἀνδρῶν, Γεντιανῶν τὴν προσηγορίαν, ἐπεπολέμητο. 165 Exc. De virt.: Ὅτι ∆ιοκλητιανὸς μνήμῃ καὶ ὀργῇ τῶν περὶ τὴν ἀρχὴν νεωτερισθέντων περὶ τὴν Αἴγυπτον, οὐ μετρίως οὐδὲ ἡμέρως τῷ κρατεῖν ἀπεχρήσατο, ἀλλὰ προγραφαῖς τε καὶ φόνοις τῶν ἐπισήμων μιαίνων ἐπῆλθε τὴν Αἴγυπτον. Ὅτε δὴ καὶ τὰ περὶ χημείας ἀργύρου καὶ χρυσοῦ τοῖς παλαιοῖς αὐτῶν γεγραμμένα βιβλία διερευνησάμενος ἔκαυσε, πρὸς τὸ μηκέτι πλοῦτον Αἰγυπτίοις ἐκ τῆς τοιαύτης περιγίνεσθαι τέχνης μήτε χρημάτων αὐτοὺς θαρροῦντας περιουσίᾳ τοῦ λοιποῦ Ῥωμαίοις ἀνταίρειν. ∆ιοκλητιανὸς μὲν ποικίλος τις καὶ πανοῦργο ἦν, τῷ δὲ λίαν συνετῷ καὶ ὀξεῖ τῆς γνώμης ἐπεκάλυπτε πολλάκις τὰ τῆς οἰκείας φύσεως ἐλαττώματα, πᾶσαν σκληρὰν πρᾶξιν ἑτέροις ἀνατιθείς. Ἐπιμελὴς δὲ ὅμως καὶ ταχὺς ἐν ταῖς τῶν πρακτέων ἐπιβολαῖς, καὶ πολλὰ τῶν τῆς βασιλικῆς θεραπείας ἐπὶ τὸ αὐθαδέστερον παρὰ τὰ καθεστηκότα Ῥωμαίοις πάτρια μετεσκεύασεν. 166 Ibid.: Ὅτι Ἑρκούλιος καὶ δίχα παντὸς προκαλύμματος ἄγριός τε ἦν καὶ τυραννικὸς, τὸ τῆς οἰκείας γνώμης τραχὺ τῷ καταπληκτικῷ τοῦ προσώπου παραδηλῶν. Τῇ γοῦν ἑαυτοῦ φύσει παντάπασιν ἐνδιδοὺς, καὶ τῷ ∆ιοκλητιανῷ πρὸς ἅπαν ἄτοπόν τε καὶ σκληρὸν βούλευμα ἑκούσιος ὑποῦργος καθίστατο. 167 Exc. Salm.: Θρίαμβος ὠνομάσθη ἀπὸ τῶν πρώτων ἐπῶν τῶν εἰς τὸν ∆ιόνυσον· θρίασιν γὰρ τὴν τῶν ποιητῶν μανίαν φασίν· ἢ ἀπὸ τῶν θρίων, τῶν φύλλων, τῆς συκῆς ἀνακειμένης ∆ιονύσῳ· πρὶν γὰρ 64 ἐπινοηθῆναι τὰ προσωπεῖα, συκῆς φύλλοις τὰ ἑαυτῶν ἐκάλυπτον πρόσωπα, καὶ δι' ἰάμβων ἀπέσκωπτον. Ἐποίουν δὲ τοῦτο καὶ οἱ στρατιῶται, καὶ εἰς τοὺς θριαμβεύοντας ἔσκωπτον. 2. ∆ιοκλητιανὸς καὶ Μαξιμιανὸς μὴ δυνηθέντες περιγενέσθαι τοῦ Χριστιανισμοῦ, καὶ μανέντες, τὴν βασιλείαν κατέθεντο. Καὶ ∆ιοκλητιανὸς μὲν δώδεκα ἔτη πρωτεύσας ἀπέθανε· Μαξιμιανὸς δὲ βουληθεὶς πάλιν ἀναλαβέσθαι τὴν βασιλείαν, καὶ ἀποτυχὼν, ἀπήγξατο. t168- 169 ΚΩΝΣΤΑΝΤΙΟΣ ΚΑΙ ΓΑΛΕΡΙΟΣ. 168 Exc. De virt.: Ὅτι Κωνστάντιος ὁ ἀπὸ Καίσαρος βασιλεύσας, μετὰ τὴν διακλήρωσιν ἀποχρῆν ἡγούμενος τήν τε τοῦ Αὐγούστου καὶ αὐτοκράτορος ἐπίκλησιν, τῆς τε Ἰταλίας καὶ Λιβύης ἑκουσίως ἀπέστη τῷ συνάρχοντι, τὸ εὔδαιμον οὐκ ἐν μεγέθει ἀρχῆς, ἀλλ' ἐν τῷ ἡσύχῳ τε καὶ ἀπράγμονι θέμενος. Ἀνὴρ ἄριστος καὶ δημοτικὸς διαφερόντως τὸν τρόπον, καὶ τοὺς μὲν τῶν ἰδιωτῶν οἴκους περιέπων, τὰς

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.