Unit 16 rem early
Rem early: Unit 16; lemma and argument toward the thesis.
Greek
ἐξάγουσιν μετὰ πάσης αἰσχύνης καὶ ὕβρεως, παίοντες καὶ ἀποσκώπτοντες, γενείων τε καὶ ὀφρύων σπαραγμοῖς καὶ πάσαις ταῖς τοῦ σώματος λώβαις ἐμπαροινοῦντες. Ἐπεὶ δὲ ταῦτα πυθόμενοι οἱ Γερμανοὶ ὅπλα ἐλάμβανον ὡς ἀμυνοῦντες αὐτοῖς, μαθόντες οἱ πραιτωριανοὶ ἀφικνουμένους αὐτοὺς, φονεύουσιν ἤδη πᾶν τὸ σῶμα λελωβημένους τοὺς βασιλέας, καὶ ἐπὶ τῆς λεωφόρου ἀπέρριψαν· ἀράμενοί τε τὸν Γορδιανὸν αὐτοκράτορα ἀναγορεύουσιν, ἐπειδὴ πρὸς τὸ παρὸν ἄλλον οὐχ εὗρον· βοῶντές τε πρὸς τὸν δῆμον, ὅτι ἄρα εἴησαν ἀποκτείναντες, οὓς ὁ δῆμος ἐν ἀρχῇ οὐκ ἐβούλετο ἄρξαι, Γορδιανόν τε ἐπελέξαντο, ἐκείνου τε ἀπόγονον, καὶ ὃν αὐτοὶ Ῥωμαῖοι ἐξεβιάσαντο· ἔχοντές τε αὐτὸν ἀπῆλθον εἰς τὸ στρατόπεδον, καὶ κλείσαντες τὰς θύρας ἡσύχαζον. Οἱ δὲ Γερμανοὶ μαθόντες ἀνῃρημένους καὶ ἐρριμμένους, ὧν χάριν ἠπείγοντο, οὐχ ἑλόμενοι πόλεμον μάταιον ὑπὲρ ἀνδρῶν τεθνηκότων, ἐπανῆλθον ἐς τὸ αὐτῶν καταγώγιον. Τέλει μὲν δὴ τοιούτῳ ἐχρήσαντο οἱ προειρημένοι πρεσβῦται. 147 ΓΟΡ∆ΙΑΝΟΣ. Ibid.: Ὅτι ἐπειδὴ καὶ Γορδιανὸν ἔμελλε τὸ κοινὸν τοῦ βίου καταλαβεῖν τέλος, ὁ τῆς Συρίας ἡγούμενος ἐπιστέλλει τὸν Περσῶν βασιλέα τοὺς ἰδίους ὅρους ὑπερβάντα τὴν τῶν Ῥωμαίων γῆν κατατρέχειν, καὶ δεῖσθαι τῆς αὐτοῦ παρουσίας τὸν 60 πόλεμον. Ταῦτα Γορδιανὸς ὁ νέος πυθόμενος, λίαν τε ἐν ἀθυμίᾳ γενόμενος, ὅμως ἐπαγγέλλει τὴν ἐπὶ Πέρσας ἔξοδον, καὶ τὰς τοῦ Ἰανοῦ πύλας ἀναπετάσας, αἵπερ ἐπὶ τῶν μεγίστων πολέμων διηνοίγοντο, ᾤχετο πρὸς τὴν ἕω. Καὶ ὡς εἰς τὸν Εὐφράτην ἀφίκετο εἴς τε τὰ τοῦ Τίγρητος στόμια, συμβαλὼν τοῖς βαρβάροις, εὐτυχέστατα τὸν πόλεμον διεχείρισε, μεγάλοις ἀγῶσι τὰς Παρθικὰς δυνάμεις καταβαλών. Ἐκεῖθεν δὲ μετὰ τὸ πέρας ἐπανιὼν, ἕκτῳ τῆς ἡγεμονίας ἐνιαυτῷ, πρὸς αὐτοῖς ἤδη τοῖς ὅροις τῆς οἰκείας ἀρχῆς, ὑπὸ Φιλίππου, τὴν βασιλείαν διαδεξαμένου, τοῦ κατ' ἐκεῖνο καιροῦ τὴν τῶν στρατιωτῶν νεολαίαν ἀσκοῦντος, ἐδολοφονήθη· καὶ Φίλιππος ἀνηγορεύθη βασιλεύς. 148 ΦΙΛΙΠΠΟΣ. Ibid.: Ὅτι Φίλιππος βασιλεύσας καὶ τοὺς Σκύθας νικήσας, ἐπὶ τὸ Βυζάντιον ἤλαυνεν. Καὶ ἐλθὼν ἐς Πέρινθον, ὡς ἠγγέλθη αὐτῷ ἐμφυλίους στάσεις συμβῆναι κατὰ τὴν Ῥώμην, ἅστινας ∆έκιος ἐποίησεν, ἀπὸ ὑπάτων καὶ ἔπαρχος τῆς πόλεως, τοὺς δυναμένους ἐπισχεῖν τὰ πραττόμενα στέλλει, καὶ τὴν ∆εκίου προκαταληψομένους ἐπανάστασιν· αὐτός τε σὺν τοῖς παισὶν ἐπακολουθεῖν ἐπηγγείλατο. Ὡς δὲ ἐς τὴν Ῥώμην ἔφθασαν οὓς ἔπεμψε Φίλιππος, δώροις τε καὶ κολακείαις τοῦ δήμου καὶ τῆς βουλῆς ὑπαχθέντες, ἀπαγορεύουσί τε Φιλίππῳ καὶ τὸν ∆έκιον αὐτοκράτορα σὺν τοῖς Ῥωμαίοις προσαγορεύουσι. Τούτων ἀγγελθέντων τῷ Φιλίππῳ, κατὰ τὴν Βερόην φεύγοντι ** καὶ τοῖς ὑποκολπίοις ξίφεσιν ἀναιροῦσιν, πέμπτον ἐνιαυτὸν προστάντα τῶν πραγμάτων. Ἐν δὲ τῇ Ῥώμῃ τὸν παῖδα τούτου οἱ τῆς πόλεως στρατιῶται διέφθειραν. Καὶ τὰ μὲν κατὰ τούτους τοιοῦτον ἔσχε τέλος. 149 ∆ΕΚΙΟΣ Exc. De virt.: Ὅτι ∆έκιος ὁ Ῥωμαίων βασιλεὺς Φιλίππου διάδοχος βασιλικῷ θεσπίσματι τοὺς τὰ Χριστιανῶν δοξάζοντας ἐθανάτου καὶ τοὺς οὐ θεοὺς προσκυνεῖν θέλοντας ἠνάγκαζε. 150 ΓΑΛΛΟΣ ΚΑΙ ΒΟΛΟΥΣΙΑΝΟΣ. Exc. De ins.: Ὅτι ἐπὶ Γάλλου καὶ Βουλουσιανοῦ Αἰμιλιανὸς ὁ τῆς Μυσίας ἔπαρχος καινοτομεῖν ἐπεβάλετο, αὑτῷ τε τὴν βασιλείαν ἐκ προγόνων ἁρμόττειν φιλονεικῶν, καὶ τῆς Ῥωμαίων βουλῆς μεγίστας κατηγορίας ποιούμενος· ἐφ' οὗ οἱ τῆς Ῥωμαίων προστατοῦντες ἐξουσίας, μεγίστῳ πλήθει στρατεύσαντες, ὑπὸ τῶν οἰκείων ἐπιβουλευθέντες διεφθάρησαν, οὔπω τρίτον ἐνιαυτὸν ἐν τῇ προστασίᾳ τῶν κοινῶν διατετελεκότες, οὐδέ τι λαμπρὸν ἢ βασιλείας ἄξιον κατειργασμένοι, ἐν μνήμῃ δὲ μόνῃ τῶν βασιλέων γενόμενοι. Ὅ γε μὴν Αἰμιλιανὸς ἐπιπηδήσας τῇ ἀρχῇ κατὰ τὴν Σκυθῶν χώραν καὶ τὴν ἐπὶ Ῥώμην ἄφιξιν προθυμούμενος, τετάρτῳ μηνὶ τῆς τυραννίδος προδιεφθάρη τε καὶ ἐκ τῶν ἀνθρώπων ἠφάνισται. 151 Exc. Salm.: Γάλλου βασιλεύσαντος, ιεʹ ἔτη (μῆνας?) ἐκράτησε λοιμὸς,
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.