Historia Chronike Unit 16 opening
Unit 16.
Lemma-led open — ΜΑΞΙΜΟΣ ΚΑΙ ΒΑΛΒΙΝΟΣ. . Ὁ δὲ στρατὸς ὡς ἐπύθετο τὰ γενόμενα, πρὸς τὴν Ἀκυληίαν παραγενόμεν
Greek
ΜΑΞΙΜΟΣ ΚΑΙ ΒΑΛΒΙΝΟΣ. 12. Ὁ δὲ στρατὸς ὡς ἐπύθετο τὰ γενόμενα, πρὸς τὴν Ἀκυληίαν παραγενόμενος ἐν εἰρηνικῷ σχήματι, ἐντὸς μὲν τῶν τειχῶν οὐχ ὑπεδέχθη, τοὺς δὲ ὑπὸ τῆς συγκλήτου ἀναδειχθέντας αὐτοκράτορας εὐφήμει· οὕτω τε ἔμεινεν παρὰ τὰ τείχη, κομιζόμενος τὰ χρειώδη παρὰ τῶν ἔνδον. Οἱ δὲ ἱππεῖς οἱ τὴν Μαξιμίνου κεφαλὴν κομίζοντες, μεταξὺ Ἀλτίνου τε καὶ Ῥαβέννης περιέτυχον Μαξίμῳ αὐτοκράτορι, διατρίβοντι ἐν Ῥαβέννῃ, ἔνθα τούς τε ἀπὸ Ῥώμης ἐπιλέκτους καὶ τοὺς ἀπὸ Ἰταλίας λογάδας ἤθροιζεν· ἀφῖκτο δὲ αὐτῷ καὶ συμμάχων πλῆθος. Παρασκευάζοντι δὲ αὐτῷ τὰς δυνάμεις προσίασιν οἱ τὴν κεφαλὴν Μαξιμίνου φέροντες καὶ τοῦ παιδός· εὐθέως τε Μάξιμος πέμπει τοὺς ἱππεῖς ἐς τὴν Ῥώμην, ἀγγέλλοντας τὰ πραχθέντα τῷ δήμῳ, καὶ τὴν κεφαλὴν κομίζοντας τοῦ πολεμίου ἀνεσκολοπισμένην, ὡς πᾶσι περίοπτος εἴη. Καὶ οὐδὲν εἰπεῖν ἔστιν λόγῳ ἐκείνης τῆς ἡμέρας τὴν ἑορτήν. Οὐδὲ γὰρ ἡλικία τις ἦν ἣ μὴ πρὸς τοὺς βωμούς τε καὶ τὰ ἱερὰ ἠπείγετο· οὔτε τις ἔμενεν οἴκοι, ἀλλ' ὥσπερ ἐνθουσιῶντες ἐφέροντο, συνηδόμενοί τε ἀλλήλοις καὶ ἐς τὸν ἱππόδρομον συνθέοντες ὥσπερ ἐκκλησιάζοντες χωρίῳ. Ὁ δὲ Βαλβῖνος καὶ αὐτὸς ἑκατόμβας ἔθυεν· ἀρχαί τε πᾶσαι καὶ ἡ σύγκλητος, ἕκαστός τε ὥσπερ ἀποσεισάμενος πέλεκυν τοῖς αὐχέσιν ἐπικείμενον, ὑπερευφραίνετο, εἴς τε τὰ ἔθνη ἄγγελοι καὶ κήρυκες διεπέμποντο. Καὶ ὁ Μάξιμος ἐπιστὰς τῇ Ἀκυληίᾳ, ὑπεδέχθη μεγαλοφρόνως, πρεσβείας τε ἐκ πάσης τῆς Ἰταλίας δεχόμενος, εἰκόνας τε 59 καὶ ἀγάλματα καὶ στεφάνους. Καὶ αὐτὸς δὲ ὁ στρατὸς ὁ τὴν Ἀκυληίαν πορθήσας προῄει ἐν εἰρηνικῷ σχήματι δαφνηφορῶν ἀνάγκῃ· ἠγανάκτουν γὰρ ὁρῶντες τὸν μὲν ὑπ' αὐτῶν ἐπιλεχθέντα βασιλεύειν καθῃρημένον, κρατοῦντας δὲ τοὺς ὑπὸ τῆς συγκλήτου ᾑρημένους. 13. Ὁ δὲ Μάξιμος, συγκαλέσας πάντας, βασιλικῶς ἀπεφήνατο, ἀμνηστίαν τε πάντων ὑποσχόμενος καὶ χρημάτων πολλῶν διανομάς· ὀλίγων τε ἡμερῶν διατρίψας, τὴν εἰς τὴν Ῥώμην ἐπάνοδον συνεκρότει. Καὶ τὸ μὲν ἄλλο στρατιωτικὸν ἀπέπεμψεν εἰς τὰ ἔθνη καὶ εἰς τὰ οἰκεῖα στρατόπεδα, αὐτὸς δὲ ἐπανῆλθεν εἰς τὴν Ῥώμην σὺν τοῖς δορυφόροις καὶ τοῖς ὑπὸ Βαλβίνῳ στρατευομένοις. Ἐπανῆλθον δὲ καὶ οἱ ἀπὸ Γερμανίας ἐληλυθότες σύμμαχοι· ἐθάρρει γὰρ αὐτῶν τῇ εὐνοίᾳ, ὡς καὶ τοῦ ἔθνους ἐπιεικῶς πρότερον ἄρξας, ὅτε ἰδιώτευεν. Εἰσιόντι δὲ αὐτῷ εἰς τὴν Ῥώμην ὅ τε Βαλβῖνος ὑπήντετο, ἐπαγόμενος Γορδιανὸν Καίσαρα, ἥ τε σύγκλητος καὶ ὁ δῆμος εὐφημοῦντες ὥσπερ θριαμβεύοντα ὑπεδέχοντο· ἔχαιρέ τε ὁ δῆμος αὐτοῖς, σεμνυνόμενος εὐπατρίδαις καὶ ἀξίοις τῆς βασιλείας. 14. Οἱ δὲ στρατιῶται διοίδαινον τὰς ψυχὰς ἐβαροῦντό τε αὐτῶν αὐτὴν τὴν εὐγένειαν, καὶ ἠγανάκτουν ὅτι ἄρα ἔχοιεν ἐκ συγκλήτου βουλῆς βασιλέας. Ἐλύπουν δὲ αὐτοὺς καὶ οἱ Γερμανοὶ παρόντες· ἀντιπάλους γὰρ ἤλπιζον ἔχειν· τό τε Σεβήρου ὑπόδειγμα αὐτοὺς ἐτάραττεν, ὃς τοὺς Περτίνακα ἀποκτείναντας ἀπέσωζεν. Ἐπιτελουμένου δὲ ἀγῶνος τοῦ τῶν Καπιτωλίων, πάντων τε περὶ τὴν πανήγυριν ἀσχολουμένων, αἰφνιδίως ἣν εἶχον γνώμην λανθάνουσαν ἐξέφηναν, καὶ τοῦ θυμοῦ μὴ κρατήσαντες ἀνῆλθον ὁμοθυμαδὸν εἰς τὰ βασίλεια, καὶ τοῖς πρεσβύταις βασιλεῦσιν ἐπεισῆλθον. Συνέβαινε δὲ κἀκείνους μὴ πάνυ τι ἀλλήλοις ὁμονοεῖν, οἷάπερ ἡ μοναρχίας ἐπιθυμία εἴωθε ποιεῖν· ὅπερ αὐτοῖς γέγονεν ἀπωλείας αἴτιον. Ὡς γὰρ ἐπύθετο ὁ Μάξιμος ἀφικνεῖσθαι τοὺς πραιτωριανοὺς καλουμένους, ἐβούλετο μεταπέμψασθαι τοὺς Γερμανοὺς συμμάχους. Ὁ δὲ Βαλβῖνος οἰόμενος δόλον τινὰ εἶναι κατ' αὐτοῦ καὶ σόφισμα (ᾔδει γὰρ τοὺς Γερμανοὺς τῷ Μαξίμῳ εὐνοοῦντας), ἐκώλυε, φάσκων οὐ διὰ τοὺς πραιτωριανοὺς αὐτοὺς ἀφίξεσθαι, ἀλλ' εἰς τὸ περιποιῆσαι τῷ Μαξίμῳ τὴν μοναρχίαν. Ἐν ᾧ δὴ περὶ τούτων διεφέροντο, εἰσδραμόντες οἱ στρατιῶται, ἐκστάντων αὐτοῖς τῶν πυλωρῶν, ἁρπάζουσι τοὺς πρεσβύτας· περιρρήξαντες δὲ ἃς εἶχον ἐσθῆτας, γυμνοὺς τῆς βασιλείου αὐλῆς
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.